Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 99

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p99

Tap a number or a passage to select it.

CAG IV.1

γὰρ ὁ οὐρανὸς κινούμενος ἀεὶ καὶ ὢν οὐσία οὐκ ἄν ποτε σταίη, στάσει δὲ κίνησις ἐναντία. ἀλλ᾿ ἔστω μὴ ἐπὶ τῶν ἀιδίων ὁ λόγος οὐσιῶν. μονοειδῆ γὰρ ταῦτα καὶ ὡς ἐπὶ τὸ πλεῖστον οὐκ ἐπιδεκτικὰ τῶν ἐναντίων· ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν, ψυχρότητος δ᾿ οὔ, καὶ ἡ χιὼν ψυχρότητος μὲν ἐπιδεκτική, θερμότητος δ᾿ οὔ, καὶ τὸ ὕδωρ ὑγρότητος μέν, ξηρότητος δ᾿ οὔ. πρὸς δὴ ταῦτα φήσειεν ἂν ὁ Ἀριστοτέλης τὴν οὐσίαν εἶναι δεκτικὴν φάναι ἀλλ᾿ οὐχὶ οὐσιῶσθαι δύνασθαι ἐν τοῖς ἐναντίοις, τὸ δὲ πῦρ τὴν θερμότητα οὐκ ἐπεδέξατο, ἀλλ᾿ ἔστιν αὐτοῦ ἐν τῇ οὐσίᾳ ἡ θερμότης, οὐκ ἔστι δὲ τὰ ὑαυτοῦ ἐπιδέχεσθαι ἀλλὰ τῶν ἔξωθέν τι. αὐτίκα καὶ τὸ ὕδωρ τῷ μὴ οὐσιῶσθαι ἐν θερμότητι ἐπιδεκτικόν ἐστιν θερμότητος καὶ ψυχρότητος, ὑγρότητος δὲ οὐκ ἔστιν ἐπιδεκτικόν, ὥσπερ ἡ γῆ, ἐπειδὴ ἐν οὐσίᾳ ἐστὶν ἡ ὑγρότης αὐτοῦ. τῆς δὲ γῆς οὐκ ἐν οὐσίᾳ ἐστὶν ἡ ὑγρότης· διὸ ἐπιδέχεται καὶ ξηρότητα. καὶ τὰ οὐράνια δὲ οὐκ ἐπιδέχεται ἐναντιότητα τὴν ἀντικειμένην τῇ οὐσιώδει αὐτῶν ποιότητι. ὅθεν οὐδὲ ποιότητες ἁπλῶς ἀλλ᾿ οὐσιώδεις. τῶν δὲ παρὰ τὰς συμπληρωτικὰς οὐσίας ποιοτήτων ἐπιδεκτικαὶ αἱ οὐσίαι. ἀνὰ μέρος μὲν οὐσίαι ὅ εἰσιν ἓν ἀριθμῷ, ἐπιδέχονται τὰς ἔξωθεν ἐναντιότητας, ὅπερ οὐδὲν ἄλλο τῶν ἐννέα γενῶν. ὡς δὲ ἡ μία τῷ ἀριθμῷ ἡ ἄτομος τοῦτο πέπονθε, οὕτως καὶ αἱ δεύτεραι· εἰ γὰρ ὁ Σωκράτης σπουδαῖος καὶ ἄφρων, καὶ ἄνθρωπος ἂν εἴη σπουδαῖος καὶ ἄφρων καὶ ζῷον διὰ τὸ τὸν Σωκράτην καὶ ἄνθρωπον εἶναι. ὡς οὖν οὐσία, εἴπερ καὶ ἄνθρωπος οὐσία καὶ τὸ ζῷον οὐσία, ἐπιδεκτικὸν καὶ ὁ ἄνθρωπος τὸ ζῷον τῶν ἐναντίων· ὡς δὲ καθόλου ὄντα οὐ ταῦτα ἂν εἴη ἐπιδεκτικὰ ἀλλὰ τὰ ὑπ᾿ αὐτά. ὥσπερ τὸ χρῶμα οὔτε λευκὸν οὔτε μέλαν, ὑπ᾿ αὐτὸ δὲ τὸ λευκὸν καὶ τὸ μέλαν, οὕτω δὲ καὶ ὁ ἄνθρωπος ᾗ κοινὸν καὶ τὸ ζῷον ᾗ κοινὸν καὶ κατὰ πλειόνων, οὕτω μὲν οὖν οὔτε φρόνιμος οὔτε ἄφρων οὔτε νοσῶν καὶ ὑγιαίνων, ὑπ᾿ αὐτὰ δὲ καὶ οἱ φρόνιμοι καὶ οἱ ἄφρονες καὶ οἱ νοσοῦντες καὶ οἱ ὑγιαίνοντες. καθὸ μέντοι οὐσίαι καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον τῶν ἐναντίων ἀνὰ μέρος εἰσὶ δεκτικά· ἐπινοεῖται γὰρ καὶ ὁ ἄνθρωπος, καθόσον ἐστὶν οἰσία, ἐπιδεκτικὸς τῶν ἐναντίων καὶ τὸ ζῷον· ὑπομένει γὰρ ἑκάτερα μένον τὸ αὐτό. τὸ δὲ χρῶμα ᾗ χρῶμα οὐκ ἐπινοεῖται μέλαν γινόμενον ταὐτὸν καὶ λευκόν, ἀλλὰ τὸ μὲν ἐν ὑποκειμένῳ τῷ χρώματι σῶμα ἀνὰ μέρος δέχεται τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ δὲ χρῶμα τὸ μὴ

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.