Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 131

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p131

Tap a number or a passage to select it.

CAG IV.1

χουσιν, ἐπὶ δὲ τῶν φυσικῶν ποιοὶ κρᾶσιν. ὅτι δὲ ποιότητες καὶ αὗται, δηλοῖ τὸ ἀπὶ τῆς λευκότητος λευκὸν γενέσθαι καὶ ἀπὸ τῆς μελανίας μέλαν. ’E. Ἆρα οὖν ποιότητες ἁπλῶς πᾶσαι αὗται λέγονται; ’A. Οὐδαμῶς. ’E. Ἀλλὰ τί γνώρισμα ἐπ’ αὐτῶν ἔστι θέσθαι; ’A. Τὸ ἐμμόνους καὶ δυσκινήτους εἶναι καὶ πολυχρονίους· οὐ γὰρ ὁ ἐξ ἡλίου μέλας γενόμενος πρὸς ὀλίγον μέλας ἂν εἴη ὡς ὁ ἐν γενετῆς γενόμενος μέλας, οὐδὲ ὁ δ’ αἰσχύνης ἐρυθριάσας ἐρυθρὸς ἂν εἴη ὡς ὁ τοιοῦτος γεννηθεὶς διὰ τοῦτο καὶ καλούμενος ἐρυθρίας. ἐπεὶ τοίνυν τοιοὶ κατὰ τὰς τοιαύτας χροιὰς οὐ γίνονται, οὐδὲ ποιότητες ἂν εἶεν τοιαῦται περὶ τοὺς τὰ τοιαῦτα πάσχοντάς, ἀλλὰ πάθη. ’E. Ἐπεὶ τοίνυν ἀποδέδωκας τὰς περὶ τὸ σῶμα παθητικὰς ποιότητας καὶ τὰ πάθη, δεῖξον καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἀνάλογον. ’A. Φημὶ τοίνυν ποιότητας μὲν εἶναι ἐκ πάθους γεγονυίας, ὅσαι ἐπίμονοι καὶ δυσμετάβλητοι, οἷον φιλαργυρία καὶ ἡ μανικὴ ἔκστασις καὶ ἡ ὀργή· οὐ γὰρ δὴ ὁ ἅπαξ ὀργισθεὶς καὶ ὁ ἐπὶ προσήκουσιν ὀργιζόμενος ὀργίλος ἂν εἴη εἴη ἀλλ’ ὁ ἀπαχθὴς καὶ τοῦτο πεπονθὼς ἢ διὰ νόσον ἢ διὰ διαστροφήν. δεῖ δὲ ὀργίλον λαμβάνειν........................... α πρὸς τὸ ὀργίζεσθαι· αὕτη μὲν γὰρ τοῦ δευτέρου ἂν εἴη............ πρὸς τὸ ὀργίζεσθαι π.......... καὶ ὥσπερ νόσημα τοῦτο ἔχοντα. τοιαῦται δὲ ποιότητες καὶ ἡ φιλία καὶ ἐρωτομανία. πάθη δὲ ἂν εἶεν καὶ οὐ ποιότητες τὰ μὴ ἐπίμονα, * * * ὀργὴ καὶ ἐπιθυμία. ’E. Τίνι οὖν διαφέρουσιν αἱ ποιότητες αὗται τοῦ πρώτου εἴδους † τῶν ἀτόμων; ’A. Ὅτι αἱ μὲν ἦσαν ἐκ διδασκαλίας καὶ ἔξωθεν τελειούμεναι, αἱ ἐπιστῆμαι γὰρ καὶ αἱ ἀρεταὶ ἐκ διδασκαλίας τὸ πλέον λαμβάνουσιν· αὗται δὲ οὐ διὰ διδασκαλίας, ἀλλὰ φύσει τὸ τέλειον ἔχουσιν, ἡ γὰρ μελανία καὶ ἡ λευκότης καὶ ἡ γλυκύτης φύσει, ἥ τε οὐνοφλυγία καὶ ἡ φιλαργυρία οὐ διὰ διδασκαλίας, ἀλλὰ διὰ ἐθῶν τονηρῶν ἐγγίνονται αἱ τοιαῦται κακίαι. ’E. Ἀλλ’ εἰ φύσει καὶ ἔθεσιν αὗται ἐγγίνονται, πῶς τοῦ ἑτέρου εἴδους διαφέρουσιν; ’A. Ὅτι αἱ μὲν ἐν τῇ δυνάμει ἐθεωροῦντο καὶ ἐν ψιλαῖς ταῖς ἐπιτηδειότησιν, αἱ δὲ ἐν τῷ τρίτῳ εἴδει ἐν τῷ τὸ τέλειον ἔχειν ἤδη ὑφίστανται· λευκότης γὰρ καὶ οἰνοφλυγία ποιότητές εἰσιν ἔμμονοι ἤδη ἀπηρτισμέναι καὶ τετελεσμέναι.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.