CAG IV.1
τινὸς ἄνθρωπος οὐδὲ ὁ βοῦς τινὸς βοῦς οὐδὲ τὸ ξύλον τινὸς ξύλον, ἀλλ᾿ εἰ ἄρα, κτῆμα. ὅτι δὲ ἕτερόν ἐστι τούτων ἑκάστῳ τὸ εἶναι ἀνθρώπῳ ἢ βοῒ ἢ ξύλῳ, καὶ ἕτερον τὸ κτῆμα εἶναι δῆλον. ’E. Ἀλλ᾿ ὅτι μὲν τῶν τοιούτων οὐδὲν † ἤτοι αὐτὰ τῶν πρός τί ἐστιν, ἀπέδειξας· δεὶξον οὖν καὶ ἐπὶ τῶν μερῶς τῶν δευτέρων οὐσιῶν, εἰ μὴ τῶν πρός τι αὐτοῖς εἶναι συμβήσεται, καθόσον τῶν δευτέρων οὐσιῶν εστιν μέρη. ’A. Ἀλλ᾿ οὐκ ἔστι μοι τοῦτο ὑποδεῖξαι δυνατόν. ’E. Διὰ τί: ’A. Ὅτι ἡ κεφαλὴ καθόσον κεφαλὴ τινός ἐστι κεφαλή, ὥσπερ καὶ τὸ πηδάλιον τινός ἐστι πηδάλιον· κοινῶς δὲ ἡ κεφαλὴ λεγομένη κοινῶς ἂ εἴη τινὸς κεφαλή, τοῦ κεφαλωτοῦ δηλονότι, καὶ ἡ χεὶρ χειροδότου ἂν εἴη χείρ· εἰ δὲ πρός τί ἐστιν ἐκεῖνα ἅπερ αὐτὰ ἃ ἐστιν ἑτέρων λέγεται, τὰ μέρη πάντα τῶν δευτέρων οὐσιῶν ἑτέρου λεγόμενα τῶν πρός τι ἂν εἴη· λέγεται γὰρ κεφαλὴ εἶναι τοῦ κεφαλὴν ἔχοντος καὶ ἡ χεὶρ καὶ ὁ ὀφθαλμὸς καὶ ἡ ῥὶν καὶ ὁ πούς, ὅσα κοινῶς λέγεται, τινὸς ἂν ῥηθείη εἶναι καὶ αὐτὰ ἅπερ ἐστὶ τὰ μέρη τοῦ ὅλου λέγεται εἶναι μέρη. ὥστε τὰ μέρη τῶν δευτέρων οὐσιῶν κατὰ τὸν ἀποδοθέντα ὅρον τῶν πρός τι ἔσται πρός τι. ’E. Ἔστι γὰρ εἴδη καὶ γένη τῶν μερῶν τῆς οὐσίας; ’A. Ναί. ’E. Πῶς; ’A. ’H γὰρ τὶς χεὶρ ἔχειν ὀφείλει εἶδος καὶ γένος, εἶδος μὲν τὴν χεῖρα, γένος δὲ τὸ μέλος. δεύτεραι οὖν οὐσίαι καὶ αὗται, ἡ χεὶρ καὶ ὁ πούς· ἀλλὰ χεὶρ τινὸς χείρ καὶ ὁ ποὺς τινὸς πούς· τῶν πρός τι ἄρα. ’E. Ἀλλ᾿ ἐπεὶ ἄτοπον τῶν πρός τί τινας παραδέξασθαι τῶν οὐσιῶν, τί πεποίηκεν ὁ Ἀριστοτέλης; ’A. Παραιτησάμενος τὴν προτέραν ὑπογραφὴν ἑτέραν ἀποδίδωσιν αὐτοῖς. Ἐ. Τίνα ταύτην; A. Πρός τι εἶναι, φησίν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. ’E. Ἀλλὰ ἀσαφὴς ἡ ὑπογραφὴ καὶ δι᾿ αὐτοῦ γε τοῦ ζητουμένου ἀποδιδομένη. ’A. Διὰ τί; ’E. Ὅτι ζητουμένου, τίνα ἐστὶ πρός τι, † ἀποδεδωκότος πρός τι εἶναι ἐκεῖνα, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τι αὐτοῖς εἶναι· ἀσαφής τε γὰρ ἡ ἀπόδοσις ζητουμένου, τίνα τὰ πρός τι, λέγειν ὅτι τὰ πρός τί ἐστι τὰ πρός τι καὶ δι᾿ αὐτοῦ τοῦ ζητουμένου τὴν απόδοσιν ἔχειν.