Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 125

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p125

Tap a number or a passage to select it.

CAG IV.1

διπλάσια ῥηθῇ, τὰ δὲ ἥμισυ. οὐ γὰρ μόνον τὰ τέσσαρα τέσσαρα καλεῖται, ἀλλὰ καὶ διπλάσια πλεονάσαντα ταύτῃ τῇ προσηγορίᾳ, καθὸ λόγος ἐπ᾿ αὐτῶν θεωρεῖται ὁ τοῦ διπλασίου, καὶ τὰ δύο, καθὸ ἥμισυ λέγεται, καθὸ δὲ λόγου μετέχει τοῦ διπλασίου καὶ τοῦ ἡμίσεως, εἰσὶ πρός τι. ὁ δὲ λόγος ἐπὶ δυοῖν σχέσιν ἐχόντων πρὸς ἄλληλα θεωρεῖται. ’E. Ἀλλὰ πῶς καὶ ὁ πρότερος λόγος οὐ τὸ αὐτὸ παρίστησιν; ’A. Ὅτι παρακολούθημα μὲν παρίστη παρακολουθοῦν τὰ πρός τι, τί δέ ἐστιν, οὐκ ἀπεδίδου· εἰ μὲν γάρ τί ἔστι πρός τι, πρός τι πάντως καὶ τινὸς λέγεται, οὐ μὴν εἰ τινὸς λέγεται, πάντως ἂν εἴη καὶ πρός τι· ἐπὶ πλέον γὰρ τὸ τινὸς εἶναι. ο+ον * * * θνητόν, πάντως τοῦτο ἄνθρωπος, καὶ ὁμοίως ἐπὶ τοῦ λογικοῦ. διὸ καὶ εἴ τι μὲν τῶν πρός τι, πάντως τοῦτο τινός, οὐκ ἔτι δὲ εἴ <τι> τινός ἐστι, πάντως τοῦτο πρός τι. δι᾿ ἣ πολλὰ τῶν οὐ πρός τι περιελάμβανεν ἐν τοῖς πρός τι, ὡς ἂν δὴ τοῦ τινὸ εἶναι ἀποδοθέντος μόνοις τοῖς πρός τι εἶναι. ἀλλ᾿ ὁ δεύτερος λόγος οὐ τούτῳ ἀπερείδεται τῷ τινὸς εἶναι, καὶ ἐν τῇ σχέσει τινῶν τῶν πρὸς τι ἄλληλα τὸ εἶναι ἔχειν τὰ πρός τι· ο+ον γὰρ μέσον τί ἐστιν τῶν ὑποκειμένων ἡ σχέσις, καθ’ ἣν ἡφίσταται τὰ πρὸς τι, πλεονάζουσα παρὰ τὰ ὑποκείμενα οὐκ ἄλλῳ τινί, ἀλλὰ τῷ μηνύειν ποιάν τινα συνάφειαν αὐτοῖς πρὸς ἄλληλα ἐπιθεωρουμένην, καθὸ τούτοις καλεῖται τοῖς ὀνόμασιν. ἵνα δὲ μὴ δοκῇ αὐτὸ τοῦτο ὑπογραφῆς ἀξιούμενον λαμβάνεσθαι εἰς τὴν αὐτοῦ ὑπογραφήν, ἠξίουν τινὲς οὕτως ὑπογράφειν· ‘οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρὸς ὁτιοῦν πως ἔχειν’, ἢ ὡς Ἀνδρόνικος, ‘οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρὸς ἕτερόν πως ἔχειν, ἐκεῖνά ἐστι πρός τι’. ’E. Τί οὖν παρίστησιν ὁ τοιοῦτος λόγος; ’A. Ὅτι ἐν τοῖς ὑποκειμένοις ἐστὶν οὔτε ὡς οὐσίας συμπληρωτικὸν οὔτε ὡς ἄλλο τι τῶν συμβεβηκότων, ἃ ἐν αὐτοῖς τοῖς ὑποκειμένοις γίνεται, οἷον πάθος ἢ ἐνέρηεια, ἀλλὰ τι ἔξωθεν. διὸ καὶ μὴ πασχόντων τῶν ὑποκειμένων γίνεται καὶ ἀπογίνεται. ’E. Ἀριστοτέλης δὲ τί ἔφη περὶ τῆς τοιαύτης ὑπογραφῆς τῶν προς τι; ’A. Ὅτι ἐάν τις εἰδῇ τι ὡρισμένως, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται. ’E. Διὰ τί ἢ πῶς; ’A. Εἰ γὰρ οἶδέν τις ὅτι τὰ τέσσαρα τῶν πρὸς τί ἐστιν, ἔστι δὲ τὸ

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.