Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 109

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p109

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

πρὸς ἕτερον ὁμογενὲς αὐτὸ μεῖζον γίνεσθαι τὴν ἀναφοράν. καὶ πάλιν ἡ κέγχρος πάντων οὖσα μικροτέρα ὅμως λέγεται μεγάλη, δηλονότι ἀναφερομένη πρὸς ἄλλην κέγχρον. Ἐ. Τί οὖν τοῦτο πρὸς ἀπόδειξιν ποιεῖ τοῦ τὸ μέγα καὶ τὸ μικρὸν λέγεσθαι ἰατὰ τὸ πρός τι; Ἀ. Ὅτι εἴπερ ταὐτὸν ἑκάτερον καθ’ ἑαυτὸ ἐλέγετο καὶ μὴ πρὸς ἄλλο τι τὼν ὁμογενῶν ἡ ἀναφορὰ ἐγίνετο αὐτῶν, οὐκ ἂν τὸ μὲν ὄρος μικρὸν ἐλέγετο, ἡ δὲ κέγχρος μεγάλη. Ἐ. Πῶς οὖν ἂν εἴποις συντόμως τοῦτο καὶ συλλογιστικῶς; ’A. Οὕτως· τὸ ποσὸν οὐ λέγεται πρὸς ἕτερον οἷον τὸ δίπηχυ, τρίπηχυ, ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, τὸ δὲ μέγα καὶ τὸ μικρὸν ἑτέρου λέγεται, οὐκ ἄρα ἔστι τὸ μέγα καὶ τὸ μικρὸν ποσά. πάλιν ἄλλως· τὸ ποσὸν καθ’ ἑαυτὸ λέγεται, ὃ δείκνυται τῇ ἐπαγωγῇ, τὸ δὲ μέγα καὶ τὸ μικρὸν καθ’ ἑαυτὸ οὐ λέγεται, οὐκ ἄρα τὸ μέγα καὶ τὸ μικρόν ἐστι ποσά. ’E. Ὅτι μὲν οὖν τὸ μέγα καὶ τὸ μικρὸν οὐ ποσὰ ἀλλὰ πρός τι, ἀπέδειξας. δεῖξον δὲ ὅτι μὴ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον ποσὰ ἀλλὰ προς τι. ’A. ’Ev μὲν γὰρ ταῖς Ἀθήναις εἰ τύχοι τρισχιλίων ὄντων ἀνθρώπων φαμὲν ὀλίγους εἶναι, ἐν δὲ τῇ κώμῃ κἂν ὦσιν τριακόσιοι, λέγομεν πολλοί εἰσιν, καίτοι πολλαπλασίων ὄντων Ἀθήναζε. καὶ ἐν μὲν τῇ οἰκίᾳ οἱ πεντακόσιοι πολλοί, ἐν δὲ τῇ πόλει κἂν πολλαπλάσιοι τούτων ὦσιν, ὀλίγοι λέγονται. πρὸς ἕτερον οὖν ἡ ἀναφορὰ τοῦ πολλοῦ καὶ ὀλίγου λέγεται. καὶ ἄλλο ἐπιχείρημα· τὸ μὲν δίπηχυ καὶ τρίπηχυ καὶ τὰ δύο καὶ πέντε ποσὸν ἕκαστον σημαίνει, τὸ δὲ πολὺ καὶ τὸ ὀλίγον οὐκ εἰσὶν τοῦ τοσοῦ δηλωτικά· ἐκ γὰρ τοῦ φάναι πολὺ ἢ ὀλίγον οὐ σημαίνεται ἀριθμός, ὠσαύτως δὲ οὐκ ἂν εἴπωμεν μέγα ἢ μικρόν, οὐ δηλοῦται διωρισμένον τι ποσόν. οὐκ αρα ποσα ταυτα. ’E. Ἆρα οὖν καὶ ἄλλο ἐπάγεις εἰς τὸ αὐτὸ *; Ἀ. Ἐπάγω. Ἐ. Ποῖον τοῦτο; Ἀ. Τῷ γλυκεῖ τὸ πικρὸν ἐναντίον ὂν καθ’ ἑαυτὸ λέγεται καὶ νοεῖτ κἂν γὰρ μὴ ᾖ πικρόν, νοεῖται τὸ γλυκῦ καθ’ ἑαυτό, κἂν μὴ ᾖ γλυκύ, νοεῖται τὰ πικρὸν καθ’ αὑτό. ὁμοίως δὲ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ ψυχρὸν καὶ τὸ θερμὸν πάντα ταῦτα ἐναντίωσιν ἐπιδεχόμενα πάντως καθ’ ἑαυτὰ νοεῖται πρότερον. τὸ δὲ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον οὐκ ἔστι καθ’ πρῶτον εἰπεῖν, ἀλλὰ ἀνάγκη συνεπινοεῖσθαι αὐτῶν ἑκάστῳ, πρὸς ὃ τὴν ἀναφορὰν ἔχει· τότε γὰρ μέγα οὐκ ἔστιν οὔτε εἰπεῖν οὔτε νοῦσαι μὴ οὐχὶ ἀνενεγκόντα ἐπί τι ἔτερον, πρὸς ὃ ἀποβλέπων

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.