Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 141

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p141

Tap a number or a passage to select it.

CAG IV.1

πηχθς, εἰ τόχοι, ποσόν, καθὸ δὲ πατὴρ ἢ θἱὸς τῶν πρός τι, καθὸ δὲ σώφρων ποιός, καὶ αὕτως εἰς τἀς ἄλλας κατηγορίας κατά τινας διαφορὰς ἀνάγεται. εἰ οὖν ἕν ὢν εὑρίσκεται Σωκράτης κατ' ἄλλο καὶ ἄλλο, τί ἄτοπον, εἰ καὶ ή ἕξις κατ’ ἄλλο μὲν ἄν ῥηθείη πρός τι, κατ’ ἄλλο δὲ ποιότης; Περὶ τοῦ ποιεῖν καὶ πάσχειν] ’E. Ἀλλὰ τέτταρας μὲν ἤδη κατηγορίας διελήλυθεν, αἵπερ ἐδόκουν ἀπορίας δεῖσθαι πλείονος, αἱ λοιπαὶ δὲ τίνες εἰσίν; Α. Ἡ περὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ἥ τε τοῦ κεῖσθαι καὶ ἡ τοῦ ποτε και η του που και η TOU εχειν. ’E. Τί οὖν; αἱ ἕξ αὖται οὐκ ἐπιδέχονται λόγους; ’A. Καὶ αὗται πολλοὺς ἐπιδέχονται μέν, ἀλλὰ πρὸς ἀρχομένους μανθάνειν ἄρτι ἀπόχρη τὸ εἰδέναι, ὅσα ἐν <ἐν ἀρχῇ> ποιεῖ, ἵνα ἔχωσιν ἕκαστον τῶν ἁπλῶν εἰς ταύτας ἀνάγειν, ἐπεὶ μερί γε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ἱκανῶς ἐν Περὶ γενέσεως καὶ καὶ φθορᾶς ἐπραγματεύσατο, περὶ δὲ τοῦ ποτέ, ὅπερ χρόνον σημαίνει, καὶ περὶ τοῦ ποῦ ἐν τῇ φυσικῇ ἀκροάσει, ἔνθα περὶ τόπου καὶ χρόνου ἐπραγματεύσατο, καὶ περί πασῶν δὲ τούτων ἐν τοῖς Μετὰ τὰ φυσικά. νυνὶ δὲ δήλου ὄντος ὅτι τὸ μὲν ποιεῖν καὶ τὸ καίειν ἐνέργειαν δηλοῖ, τὸ δὲ θερμαίνεσθαι καὶ ψύχεσθαι πάθος, φησὶν ὅτι καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν τοῦ ἐναντίου ἐστὶν ἐπιδεκτικά. ἐναντίον γὰρ δήπου προφανῶς τὸ θερμαίνειν τοῦ ψύχειν καὶ τὸ θερμαίνεσθαι τοῦ ψύχεσθαι καὶ τὸ ἥδεσθαι τοῦ λυπεῖσθαι. ’E. Μόνη οὖν ἐναντιότης αὐτοῖς παρακολουθεῖ; ’A. Οὐ μόνη ἀλλὰ καὶ τὸ μᾶλλον καὶ ἦττον· λέγομεν γὰρ μᾶλλον θερμαίνειν καὶ ἦττον, όμοίως δὲ καὶ δερμαίνεσθαι μᾶλλον καὶ ἦττον καὶ λυπεῖν καὶ λυπεῖσθαι, ὡς εἶναι καὶ ποιεῖν ἦττον καὶ μᾶλλον καὶ πάσχειν ὁμοίως. ’E. Τοσαῦτα μὲν περὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν εἴρηται ὑπὸ Αριστοτέλους. περὶ δὲ τοῦ κεῖσθαι τί ἄν εἴποις; ’A. Ὅτι ἡ μὲν θέσις τῶν πρός τι δέδεικται ἤδη, τὸ δὲ κεῖσθαι οὐκ ἔτι, ἀλλὰ παρώνυμον· ἄλλης γὰρ κατηγορίας, τῆς τοῦ κεῖσθαι. ’E. Σαφέστερον εἰπέ, ὅ τι ποτὲ λέγεις. ’A. Ἡ μὲν θέσις, ἐπεὶ τινός ἐστι θέσις, τῶν πρός τι ἄν εἴη· διὸ καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ή καθέδρα θέσεις τινὲς οὖσαι πρός τι ἄν εἶεν

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.