CAG IV.1
’E. Ἀλλὰ πῶς ἐν μὲν τῷ πρώτῳ δἴδει τὰς θερμότητας καὶ τὰς ψύξεις καὶ νόσον καὶ ὑγείαν ἐν ταῖς διαθέσεσιν κατηρίθμησεν, ἐνταῦθα δὲ ὡς εἰς ἄλλο εἶδος κἀκείνου διαφέρον πάλιν καταλέγει τὴν θερμότητα καὶ ψύξιν; ’A. Ὅτι ἐκεῖ μὲν κατὰ τὸ διακεῖσθαί πως τὸ θερμὸν καὶ τὸ ψυχρόν, εἰ καὶ μὴ ἐπιμόνως, διαθέσεις ἔλεγεν, ἐνταῦθα δὲ κατὰ τὸ πάθος ἐμποιεῖν εἰς ἄλλο, τὸ δὲ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο λαμβανόμενον δύναται ἄλλου καὶ ἄλλου εἶναι εἴδους, ὡς † ὁ πατὴρ καθὸ μὲν Σωκράτης, οὐσία ἂν εἴη, καθὸ δὲ πατήρ, τῶν πρός τι. οὕτω γὰρ καὶ ἡ θερμότης καθὸ μὲν διατίθησί πως τὸ ὑποκείμενον, διάθεσις ἂν εἴη, κἂν ἔμμονος γένοιτο καὶ δυσανάλυτος, ἕξις ἂν γένοιτο, καθὸ δὲ τὴν αἴσθησιν θερμαίνει τῶν πελαζόντων, παθητικὴ ἂν εἴη ποιότης. Ἐ. Ἡ δὲ πρὸς καιρὸν θέρμανσις πάθος οὖσα ἆρά γε ἡ αὐτὴ ἂν εἴη τῇ διαθέσει; Ἀ. Ἡ τοῦ μὲν ἔχοντος σώματος καὶ ἐπάγοντος ἄλλῳ τὸ θερμαίνεσθαι ἂν εἴη διάθεσις, τοῦ δὲ θερμαινομένου οὕτως, ὡς ἂν μὴ δύνασθαι ἄλλο σῶμα θερμαναι, πάθος ἂν εἴη ἡ πρόσκαιρος καὶ ἐπ’ ὀλίγον θέρμανσις, ὥστε πάθους μὲν ἐπίτασιν τὴν διάθεσιν, ἥτις ἂν εἴη καὶ παθητικὴ ποιότης, ἐπίτασιν δὲ τῆς διαθέσεως τὴν ἕξιν καὶ τὴν μάλιστα παθητικὴν ποιοτητα. ’E. Τί οὖν ἐστι τὸ τέταρτον εἶδος τῆς ποιότητος; ’A. Σχῆμα καὶ ἡ περὶ ἕκαστον μορφή. ’E. Τί οὖν ἐστι τὸ σχῆμα καὶ πῶς αὐτὸ ὡρίσαντο οἱ γεωμέτραι; ’A. Σχῆμά ἐστι τὸ ὑπό τινος γραμμῆς ἢ τινων γραμμῶν περιεχόμενον. ’E. Ἆρα οὖν καθὸ ὑπὸ μιᾶς ἢ τριῶν φέρε ἢ τεσσάρων γραμμῶν περιέχεταί τι χωρίον, ποιότης ἂν εἴη, εἰ ὑπὸ τοσούτων γραμμῶν περιέχοιτο; ’A. Οὐδαμῶς· ποσότης γὰρ ἂν εἴη ἡ κατὰ πλῆθος ὑπόστασις, οὐ ποιοτης. Ἐ. Πῶς οὖν τὸ σχῆμα ἐν ποιότητι ἔταξεν; ’A. Ὅτι οὐχ ἁπλῶς καθὸ τριῶν γραμμῶν ἀριθμὸς ποιεῖ σχῆμα, ἀλλ’ οὕτως πως τεθεισῶν πρὸς ἀλλήλας καὶ γωνιασθεισῶν πρὸς ἀλλήλας· ὅταν γὰρ γραμμαὶ ἀλλήλαις κατὰ γωνίας τρεῖς συναφθεῖσαι χωρίον τι ἀποτέμωσι καὶ περιλάβωσιν αὐτό πως καὶ κατ’ αὐτὰς αὐτὸ ἀποπερατώσωσιν, τρίγωνον γίνεται τὸ σχῆμα καὶ ἔστιν ποιότης, οὐ καθὸ τρεῖς ἔχει γωνίας,