CAG IV.1
μέγα οὐδὲ τὸ μικρὸν μεγάλου μικρόν, ἀλλὰ τὸ μεῖξον μικροτέρου μεῖζον καὶ τὸ μικρότερον μείζονος μικρότερον. Ἐ. Τῶν δὲ τῇ αὐτῇ χρωμένων πτώσει τίς διαφορά; Ἀ. Ὅτι τὰ μὲν καὶ τῷ αὐτῷ ὀνόματι χρῆται, τὰ δὲ ἑτέρῳ. Ἐ. Τίνα οὖν ἐστιν, ἃ τῷ αὐτῷ ὐνόματι χρῆται; ’A. Οἷον τὸ ὅμοιον, τὸ ἴσον, τὸ ἀνόμοιον, τὸ ἄνισον· ὅμοιον γὰρ τόδε τῷδε καὶ τὸ ἕτερον τῷ ἑτέρῳ ἀνόμοιόν τε, ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων. Ἐ. Τίνα δὲ τῇ μὲν αὐτῇ πτώσει, οὐ τῷ αὐτῷ δὲ ὀνόματι; Ἀ. Οἷον τὰ τοιαῦτα· πατὴρ οἱοῦ πατήρ, οἱὸς δὲ πατρὸς υἱός. * * * ἡ θέσιε καὶ τὰ εἴδη τῆς θέσεως τῶν πρός τι· καὶ τὸ θετὸν θέσει θετόν. εἰ δὲ ἡ θέσις τῶν πρός τι, θετοῦ γὰρ θέσις ἡ θέσις ἂν εἴη. E. Τίνα οὐν εἴδη θέσεως; Ἀ. Ἀνάκλισις, στάσις, καθέδρα· ἀνάκλισίς τε γὰρ ἀνακειμένου ἐστὶν ἀνάκλισις καὶ ὁ ἀνακείμενος ἀνακλίσει ἐστὶν ἀνακείμενος, ἥ τε στάσις ἑστῶτός ἐστι στάσις καὶ ὁ ἑστὼς στάσει ἐστὶν ἑστώς, ἥ τε καθέδρα τοῦ καθημένου ἐστὶ καθέδρα καὶ ὁ καθήμενος καθέδρᾳ ἐστὶ καθήμενος. Ἐ. Ἆρα οὖν ἐπειδὴ ἡ ἀνάκλισις τῶν πρός τι καὶ ἡ στάσις καὶ ἡ καθέδρα, καὶ τὸ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθῆσθαι τῶν πρός τι ἂν εἴη; Ἀ. Οὐδαμῶς. Ἐ. Διὰ τί; Ἀ. Ὅτι ἡ μὲν θέσις καὶ τὰ εἴδη τῆς θέσεως ἦν πρός τι, ταῦτα δὲ οὔτε θέσεις ἐστὶν οὔτε εἴδη ἐστὶν θέσεως ἀλλὰ παρώνυμα ἀπὸ τῶν εἰρημένων θέσεων. οὐδὲν δὲ τῶν παρωνύμων ταὐτόν ταῦτόν ἐστι τῷ ἀφ᾿ οὗ παρωνόμασται· οὔτε γὰρ γραμματικὸς ταῦτὸν τῇ γραμματικῇ ἥ τε γυνὴ ὅταν ἀπὸ τῆς γραμματικῆς γραμματικὴ ῥηθείη, οὐκ ἔστι παρώνυμον. ’E. Τί οὖν ἐρεῖς τὸ καθέζεσθαι καὶ πῶς ἔχειν πρὸς τὸν καθήμενον; Ἀ. Λέγω ὅτι συμβέβηκεν μὲν αὐτῷ, οὐ μὴν ἐπεὶ συμβέβηκεν τοῦτο τῶν πρός τι ἂν εἴη. ’E. Ὥσπερ τοίνυν ἐπὶ τῆς οὐσίας καὶ τοῦ ποσοῦ ζητῶν τὸ ἴδιον πρῶτον ἐζήτησας, τὸ ἔχειν ἐναντίον ἢ μὴ ἔχειν εἰ ἴδιον αὐτῶν, ἐστιν καὶ ζητήσας ἀπέδειξας ὅτι μὴ ἦν ἴδιον αὐτῶν τὸ μὴ ἔχειν ἐναντίον, οὕτως καὶ ἐπὶ τῶν πρός τι ζήτησον, μὴ ἴδιον αὐτῶν τὸ ἔχειν ἔναντίον ἤ τὸ μὴ ἔχειν.