Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 64

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p64

Tap a number or a passage to select it.

CAG IV.1

διὸ καὶ ἀδιάφορον εἰπεῖν τὴν οὐσίαν ταύτην ἔστω δὲ ἄνθρωπος, τοῦτο ζῷον λογικὸν θνητόν ἐστιν, ἢ τοῦτο, ἄνθρωπός ἐστιν· ἰσοδυναμεῖ γὰρ τῷ ὀνόματι τῷ τοῦ ἀνθρώπου ὁ ὁριστικὸς λόγος τὸ ζῷον λογικὸν θνητόν. τὸ δὲ ἄνθρωπον εἰπόντα ὁριστικὸν αὐτοῦ λόγον ἐπάγειν οὐσία ἔμψυχος αἰσθητική οὐ κατὰ τοὔνομα τὸ ῥηθὲν τοῦ ἀνθρώπου ἐστὶν ἀπαδιδόντος τὸ ἄνθρωπος. πᾶς οὖν ὅρος εἰ μέλλοι ἀποδίδοσθαι ὑγιῶς, κατὰ τοὔνομα καὶ συζύγως τῷ ὀνόματι ἀποδίδοσθαι ὀφείλει. καὶ ὅτι τοῦτο ἐπὶ παντὸν ὅρου δεῖ θεωρεῖσθαι, δηλοῖ καὶ ὁ τούτου συνώνυμος ὅρος καὶ αὐτὸς κατὰ τοὔνομα ἀποδίδοσθαι τὸν ὁριστικὸν λόγον ἀεὶ παραγγέλλων. ὅταν οὖν Αἴαντος καλουμένου τοῦ Τελαμῶνος παιδὸς καὶ τοῦ Ὀϊλέως θέλωμεν ἀποδοῦναι τὸν τοῦ Ὀϊλέως, ὅστις ἐστί, καὶ προσαγορεύσας αὐτὸν Αἴας λέγῃς ὅτι ῾ οὗτός ἐστιν Αἴας ὁ τοῦ ᾿ Οϊλέως παῖς Λοκρὸς ὢν τῷ γένει᾿, θέλων δὲ τὸν τοῦ Τελαμῶνος λέγῃς ῾ οὗτος δέ ἐστιν ὁ Αἴας τοῦ Τελαμῶνος παῖς Σαλαμίνιος τῷ γένει᾿, δῆλον μὲν ὅτι τῷ Αἴας ὀνόματι κοινῶς ἐπ᾿ αὐτῶν κέχρησαι (ἑκάτερος γὰρ Αἴας κ΄κληται), ἀποδιδοὺς δὲ ὑπογραφὴν τὴν παραπλησίαν ὅρῳ δῆλον ὡς ἄλλον μὲν ὁριστικὸν ἢ ὑπογραφικὸν ἀπέδωκας τοῦ Αἴαντος τοῦ Λοκροῦ, ἄλλον δὲ τοῦ Σαλαμινίου. καίτοι εἰ ἀνθρώπους ἀμφοτέρους ὠνόμασας, οὐκ ἂν καὶ ἄλλον αὐτοῖς ὅρον αὐτοῖς ὅρον ἀπέδωκας κατὰ τοὔνομα τὸ τοῦ ἀνθρώπου, καθὸ ἀμφοτέρους ἀνθρώπους προσηγόρευσας, ἀπο διδοὺς τὸν ὅρον· ἀμφοτέρους γάρ, καθὸ ἄνθρωποί εἰσιν καὶ καλοῦνται κοινῷ ὀνόματι τῷ ἄνθρωπος, ἀποδιδοίης ἂν εἶναι ζῷα λογικὰ θνητά. Ἐ. Ἀλλ᾿ ὅτι μὲν ἀναγκαίως πρόσκειται ὁ δὲ κατὰ τοὔνομα λόγος οὐκ ἐπὶ μόνου τοῦ τῶν ὁμωνύμων ὅρου, ἀλλ᾿ ὅτι οὐδὲ οἷόν τε ἄλλως ὅρον τινὸς ἀποδιδόναι ὁγιῶς μὴ κατὰ τοὔνομα τὴν ἀπόδοσιν ποιούμενον τοῦ ὀριστικοῦ λόγου, ὀρθῶς τοῦτο ἀπέδειξας· διὰ τί δὲ πρόσκειται τῷ λόγῳ ὁ λόγος τῆς οὐσίας, καὶ οὐκ ἠρκέσθη εἰπὼν ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος, δεῖξαι ὀφείλεις. Ἀ. Ὅτι τοῦ λόγου πλεοναχῶν λεγομένου· ἔστιν γὰρ λόγος καὶ ψηφιστικός, ἔστι λόγος καὶ προφορικός, ἔστι λόγος καὶ ἐνδιάθετος, ἔστιν λόγος καὶ σπερματικός· καὶ πλειόνων ὄντων τῶν σημαινομένων ἐκ τοῦ λόγου διὰ τὸ

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.