Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 80

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p80

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

Ἀ. Ἐν ἑξῆς, λέγων ὅταν ἕτερον καθ᾿ ἑτέρου ὡς καθ᾿ Ε. Τί οὖν φησιν καὶ ποταπὸν εἶναι <τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι>; Ἀ. Καθ᾿ ὑποκειμένου φησὶν ἐκεῖνο κατηγορεῖσθαί τινος, ὅταν ἐν τῷ τί ἐστι κατηγορῆται ἐκεῖνο <ὃ> ἀποδίδοται. οἷον τὸ Σωκράτους· ἀλλ᾿ ἐὰν ἀποδιδῶμεν, τί ἐστιν Σωκράτης, οὐκ ἂν εἴποιμεν αὐτὸν τὸ περιπατεῖν, ὥστε οὐ καθ᾿ ὑποκειμένου κατηγορεῖται τοῦ Σωκράτους τους τὸ περιπατεῖν. κατηγορεῖται δὲ τοῦ Σωκράτους καὶ ὁ ἄνθρωπος· γὰρ ἄν· Σωκράτης ἄνθρωπος· ἀλλὰ κἂν ἐρωτηθῇς, τί Σωκράτης, ἀποδιδοίης ἂν ὅτι ἄνθρωπος. ὁ τοίνυν ἄνθρωπος κατὰ καθ᾿ ὑποκειμένου κατηγορεῖται. πάλιν ἡ γραμματικὴ ὄνομα δήπου ἄν· ἂν· ἀλλ᾿ ἐξετάζῃς, τί ἐστιν ἡ γραμματική, οὐκ ἂν εἴποις γὰρ ἡ οὐσία τῆς γραμματικῆς ὄνομά ἐστιν, ἐπεὶ πᾶςαν ἂν ἐδύνατο τοῦ ὀνόματος μετέχων εἶναι γραμματικὸς τῷ ὄντι· ἀλλ᾿ ἔστιν ἡ γοαμματική ἐπιστήμη, ὥστε ἡ μὲν ἐπιστήμη κατὰ τῆς γραμματικῆς καθ᾿ λέγεται, τὸ δὲ ὄνομα οὐ καθ᾿ ὑποκειμένου λέγεται. καὶ αὐτὸς δὲ φησὶν ὅτι τὰ καθ᾿ ὑποκειμένου κατηγορούμενα καὶ καὶ κατὰ τὸν λόγον ἐφαρμόζειν ὀφείλει τῷ ὑποκειμένῳ, τὰ δὲ ἐν ὑποκειμένῳ κατὰ μὲν τὸν λόγον οὐδέποτε, κατὰ δὲ τοὔνομα ἐφαρμόσειεν ἄν ποτε τῷ ὑποκειμένῳ· ὥστε τὸ καθ᾿ ὑποκειμένου κατηγορεῖται, ὂν τοῦ ὑποκειμένου ἐφαρμόζειν αὐτῷ δύναται καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον, τοῦτ᾿ ἔστι συνωνύμως λέγεσθαι δύναται κατὰ τοῦ τοιαῦτα δέ ἐστι τὰ εἴδη καὶ τὰ γένη τῶν ὑποκειμένων, εἴτε οὐσίαι εἶεν εἴτε συμβεβηκότα· ὅτι γὰρ καθολικόν ἐστι τὸ καθ᾿ ἐδήλωσεν εἰπὼν τὰ ἄτομα μἠ εἶναι καθ᾿ ὑποκειμένου. δεῖ τοίνυν τὸ καθ᾿ ὑποκειμένου μὴ ἄτομον εἶναι ἐν τῷ τί τοῦ ὑποκειμένου κατηγορούμενον. διὸ καὶ καθολικώτερόν ἐστι τοῦ ὑποκειμένου. Ἐ. Τί οὖν ἐκ τούτων συμβαίνει; Ἀ. Φησὶν ὁ Ἀριστοτέλης τί συμβαίνει· ὅταν ἕτερον καθ᾿ κατηγορῆται ὡς καθ᾿ ὑποκειμένου, ὅσα κατὰ τοῦ λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ’E. Ἀλλὰ πῶς τοῦτο ἀληθές; ὁ μὲν γὰρ ἄνθρωπος κατὰ Σωκράτους 17v λέγεται καθ᾿ ὑποκειμένου· κατὰ δὲ τοῦ ἀνθρώπου κατηγορεῖται οὐ μόνον ζῷον ἀλλὰ καὶ τὸ εἶδος· εἶδος γὰρ ὁ ἄνθρωπος. οὐ μὴν ἔτι

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.