Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 138

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p138

Tap a number or a passage to select it.

CAG IV.1

τὸ ἧττον ὡς τὰς ἀρετὰς <τὰς ἀρετὰς καὶ> κατὰ ταύτας <ποιούς, τινὰς> τινὰς δὲ καὶ ποιοὺς ἐπιδέχεσθαι ἐπίτασιν καὶ ἄνεσιν, ὡς πάσας <τὰς> μέσας<> καὶ τὰς μέσας ποιότητας καὶ τοὺς κατὰ ταύτας ποιούς. ἧς γεγόνασι δόξης οἱ ἀπὸ τῆς Στοᾶς. τρίτη γέγονεν, ἧς καὶ ὁ Ἀριστοτέλης μέμνηται, ἣ τὰς μὲν ἕξεις ἀνεπιτάτους καὶ ἀνανέτους ὑπελάμβανεν εἶναι, τοὺς δὲ κατ’ αὐτὰς ποιοὺς ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐ πάντας μέντοι. ’E. Πῶς οὖν ταύτης φὴς τὸν Ἀριστοτέλη μνήμην ποιεῖσθαι τῆς αἱρεσεως; Ἀ. Φημὶ ὅταν λέγῃ· ἔνιοι δὲ ἀμφισβητοῦσιν δικαιοσύνην μὲν δικαιοσύνης οὐ πάνυ τι συγχωροῦντες μᾶλλον καὶ ἧττον λέγεσθαι οὐδὲ μὴν ὑγείαν ὑγείας, ἧττον μέντοι ἕτερον ἑτέρου ὑγείαν λέγοντες ἔχειν, καὶ δικαιότερον καὶ ὑγιεινότερον. καὶ τρίγωνον μέντοι καὶ τετράγωνον μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν. τὰ μὲν γὰρ ἐπιδεχόμενα τὸν τοῦ τριγώνου λόγον καὶ τὸν τοῦ κύκλου λόγον πάντα ὁμοίως τρίγων καὶ κύκλοι εἰσίν. τῶν δὲ μὴ ἐπιδεχομένων οὐδὲν ἕτερον ἑτέρου μᾶλλον ῥηθήσεται· οὐθὲν γὰρ μᾶλλον τὸ τερράγωνον τοῦ ἑτερομήκους κύκλος ἐστίν· οὐδέτερον γὰρ ἐπιδέχεται τὸν τοῦ κύκλου λόγον. ’E. Ἆρα οὖν καὶ τετάρτην τινὰ ἱστορήσειας δόξαν περὶ τῆς ἐν τοῖς ποιοῖς καὶ ταῖς ποιότησιν ἐπιτάσεως καὶ ἀνέσεως; ’A. Ναί. ’E. Καὶ τίς αὕτη; ’A. Ἦν γάρ τις ἣ τὰς μὲν ἀύλους καὶ καθ᾿ αὑτὰς ποιότητας μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἔλεγεν, τὰς δὲ ἐνύλους πάσας καὶ τοὺς κατ᾿ αὐτὰς ποιοὺς ἐπιδέχεσθαι. ’E. Καὶ ὀρθῶς γέ σοι ἐδόκουν οὗτοι λέγειν; ’A. Οὐδαμῶς. ’E. Διὰ τί; ’A. Ὃτι αἱ ἄυλοι ποιότητες καὶ καθ᾿ αὑτὰς ὑφεστηκυῖαι οὐκ εἰσὶ ποιότητες ἀλλ᾿ οὐσίαις, καὶ διὰ τοῦτο ἐπίτασιν οὐκ ἐπιδέχονται, διότι οὐδὲ αἱ ἄλλαι οὐσίαι. ’E. Ποῖον οὖν ὁ Ἀριστοτέλης καθόλου δέδωκεν θεώρημα εἰς τὸ

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.