Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 71

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p71

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

Ἀ. Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς. Ἐ. Τὸ κατὰ συμπλοκὴν τί ἐστι καὶ ποσαχῶς λέγεται; Ἀ. Διχῶς· τὰ μὲν γὰρ κατὰ συμπλοκὴν λέγεται, ὅσα συμπλεκτικῷ ἐμπεριέχεται συνδέσμῳ οἷον ῾Σωκράτης καὶ Πλάτων᾿, τὰ δὲ κατὰ συμπλοκὴν λέγεται, ὅσα ὁμοῦ προφέρεται πράγματα διὰ τὸ τὸ ἕτερον συμβεβηκέναι τῷ ἑτέρῳ οἷον ῾Σωκράτης περιπατεῖ᾿. τῆς γὰρ περιπατήσεως συμβεβηκυίας Σωκράτει, ὅταν λέγωμεν ῾Σωκράτης περιπατεῖ᾿, συμπλέξαντες τῷ Σωκράτει τὸ περιπατεῖν ἄνευ συνδέσμου τοῦ κατὰ φωνὴν λέγομεν ῾Σωκράτης περιπατεῖ᾿, ἄνευ δὲ συμπλοκῆς εἴποιμεν ἂν ῾Σωκράτης᾿, εἶτα πάλιν ῾Πλάτων᾿, ἢ οὕτως ῾τρέχει᾿, εἶτα πάλιν ῾νικᾷ᾿. νῦν δὲ περὶ τῶν ἄνευ συμπλοκῆς λεγομένων πραγμάτων τε καὶ λέξεων ἡ πρόθεσίς ἐστιν, ἐν πόσοις γένεσι θεωρεῖται· ὡς γὰρ ἔχει τὰ πράγματα, οὕτως καὶ αἱ ταῦτα πρώτως δηλοῦσαι λέξεις. Ἐ. Ἀλλ᾿ ὅτι μὲν περὶ ἁπλῶν σημαντικῶν λέξεων ἡ πρόθεσις, καθόσον εἰς γένη τινὰ ἀναφέρονται, παρέστησας· πῶς δ᾿ ἂν αὐτὰ διέλοις εἰς ἐλαχίστην διαίρεσιν, μεθ᾿ ἣν οὐκ ἔστιν ἐλάσσων, καὶ πῶς ἂν εἰς μεγίστην,́ μεθ᾿ ἣν οὐκ ἂν γένοιτο μείζων, ἐπίδειξον. Ἀ. Εἰς ἐλαχίστην μὲν οὖν διαίρεσιν γενῶν διέλοιμ᾿ ἂν τὰ ὄντα καὶ τὰς τούτων σημαντικὰς φωνὰς τὴν εἰς τέσσαρα, λέγων ὅτι τὰ ὄντα ἢ οὐσία καθόλου ἢ οὐσία ἐπὶ μέρους ἢ συμβεβηκότα καθόλου ἢ συμβεβηκότα ἐπὶ μέρους· εἰς γὰρ διαίρεσιν ταύτης ἐλάσσονα οὐκ ἂν γένοιτο ἄλλη. εἰς δὲ μεγίστην διαίρεσιν διέλοιμ᾿ ἂν εἰς δέκα, λέγων ὅτι τὰ ὄντα ἢ οὐσία ἢ ποσὰ ἢ ποιὰ ἢ πρός τι ἢ ποιεῖν ἢ πάσχειν ἢ ποτὲ ἢ ποῦ ἢ ἔχειν ἢ κεῖσθαι, ὥστε καὶ αἱ ταῦτα σημαίνουσαι ἁπλαῖ λέξεις τοσαύτας ἕξουσιν γενικὰς διαφοράς· μείζων δὲ τούτων οὐκ ἂν γένοιτο διαίρεσις. Ἐ. Διὰ τί οὖν εἰς τέσσαρα ἡ ἐλαχίστη γέγονε διαίρεσις; Ἀ. Ὅτι ἡ μὲν ἀνωτάτω καὶ πρώτη γένοιτ᾿ ἂν εἰς δύο, εἰς οὐσίαν καὶ συμβεβηκός· ἀλλ᾿ ἐπεὶ οὐκ ἔστι ταῦτα προενέγκαι ἄνευ τοῦ ἢ καθόλου προενεγκεῖν ἢ ἐπὶ μέρους (αἵ τε γὰρ οὐσίαι ἢ καθολικῶς ἂν προενεχθεῖεν, ὥσπερ τὸ ζῷον, κύων, ἄνθρωπος, ἢ ἐπὶ μέρους, ὥσπερ Σωκράτης, Βουκέφαλος, τά τε συμβεβηκότα καθόλου ἢ ἐπὶ μέρους, ἡ γὰρ ἐπιστήμη καθόλου συμβεβηκός, ἡ δὲ Ἀριστάρχου ἐπιστήμη μερικὸν συμβεβηκός)· ἐπεὶ τοίνυν οὐχ ἁπλῶς οὔτε ἡ οὐσία λέγεται ἀλλ᾿ ἢ καθόλου ἢ μερικῶς καὶ ἀτόμως, οὔτε τὸ συμβεβηκὸς ἀλλὰ καὶ τοῦτο ἢ καθόλου ἢ μερικῶς, εἰς τέσσαρα γίνεται ἡ διαίρεσις, καίτοι πρώτως γενομένη εἰς οὐσίαν καὶ συμβεβηκός. γέγονεν οὖν εἰς οὐσίαν καθόλου καὶ συμβεβηκὸς καθόλου, εἰς οὐσίαν ἐπὶ μέρους καὶ συμβεβηκὸς ἐπὶ μέρους.

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.