CAG IV.1
Ἐ. Διὰ τί; Ἀ. Ὅτι τούτων οὐκ ἔχρῃζεν εἰς τὰ ἑξῆς, ὧρ δὲ ἔχρῃζεν τούτων εμνημονευσεν. Ἐ. Ἀπὸ τίνων οὖν ἤρξατο; Ἀ. Ἀπὸ τῶν ὁμωνύμων. Ἐ. Διὰ τί οὖν ἀπὸ τῶν ὁμωνύμων καὶ οὐκ ἀπὸ τῶν συνωνύμων, εἴπερ τὰ συνώνυμα καὶ ὀνόματος τοῦ αὐτοῦ κοινωνεῖ καὶ τοῦ λόγου, σαφέτερον τὸ κατ’ ἄμφω κοινωνοῦν καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου τοῦ κατὰ μόνου του ονοματος κοινωνουντος; Ἀ. Φημὶ ὅτι ἐπεὶ τὸ ἂν ὁμώνυμον δοκεῖ εἶναι τῷ κατηγορίαι ὁμωνύμως λέγονται κατηγορίαι καθ’ ὧν κατηγοροῦνται, διὰ τοῦτο πρῶτον περὶ τῶν ὁμωνύμων ποιεῖται τὸν λόγον. Ἐ. Διὰ τί οὖν οὐ περὶ ὁμωνυμίας πρότερον ποιεῖται τὸν λόγον ἀλλὰ περὶ ὁμωνύμων, εἴπερ ὁμωνυμία μὲν φωνή, ὁμώνυμα δὲ τὰ πράγματα, δὲ αὐτὸν προηγουμένως περὶ φωνῶν ἐνίστασθαι τὴν πραγματείαν, οὐ μὴν περὶ τῶν πραγμάτων; Ἀ. Ὅτι περὶ τὴν φωνὴν οὐ ποιεῖ ὁμωνυμίαν ό χαρακτὴρ τῆς τὰ δὲ πράγματα διάφορα εὑρεθέντα καὶ κατὰ μηδὲν ἀλλήλοις κατὰ μιᾶς καὶ τῆς αὐτῆς τυγχάνει λέξεως. πρὶν δὲ γνωσθῆναι ὅτι πλειόνων τέτακται τὰ πράγματα τοῦ αὐτοῦ λόγου μὴ κοινωνοῦντα, οὐδ᾿ ἂν εἴη ὁμωνυμία. Ἐ. Τί οὖν τοῦτο ποιεῖ πρὸς τὸ μὴ ἀπὸ τῆς φωνῆς ἄρξασθαι, ἀλλ᾿ ἀπὸ τῶν πραγμάτων; Ἀ. Ὅτι οὐκ ἂν γνωσθείη ὅτι ὁμωνυμία ἐστὶν πράγματα γνωσθῆναι ὅτι ὁμώνυμά ἐστιν. ἀνάγκη τοίνυν τίνα ὁμώνυμά ἐστιν πράγματα, ἵνα καὶ ἡ ὁμωνυμία καὶ ἡ τοιαύτη λέξις γνωσθῇ. Ἐ. Πῶς οὖν ὁ Ἀριστοτέλης ὁρίζεται τὰ ὁμώνυμα; Ἀ. Ὁμώνυμα λέγεται, ὧν ὄνομα μόνον κοινόν, ὁ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. Ἐ. Ἀλλ εἰ μὴ μὴ ἐν μόνοις τοῖς ὀνόμασίν ἐστιν ἡ ὁμωνυμία ἀλλὰ καὶ ἐν ῤήμασα καὶ ἐν συνδέσμοις, ὥσπερ ἐπὶ τοῦ ἠνδραπόδισται· καὶ ἀνδραποδισάμενος ἄλλον ἠνδραπόδισται ἐκεῖνον καὶ ό ἀνδραποδισθεὶς ὑπὸ ἄλλου ἠνδραπόδισται· διὰ τί ὡς ἐν μόνοις τοῖς ὀνόμασιν οὔσης ἔφη ὧν ὄνομα μόνον κοινόν;