CAG IV.1
᾿Ε. Τί ἄλλο πρὸς τοῦτο τεκμήριον ἔφη; ᾿Α. Ὅτι ἐὰν μὴ οἰκείως ή ἀπόδοδις γένηται μηδὲ πρὸς αὐτὸ <ὃ> λέγεται, οὐκ ἀντιστρέφει, οὐδὲ <ἐπὶ> τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων καὶ ὀνόματα ἐχόντων κείμενα, ὡς ὁ δοῦλος καὶ ὁ δεσπότης· δούλου γὰρ δεσπότης· ἐὰν δέ τις μὴ πρὸς δεσπότην λέβῃ τὸν δοῦλον λέγεσθαι ἀλλὰ πρὸς ἄλλν, ἤ πρὸς δίποδα ἤ ὁτιοῦν τῶν τοιούτων, οὐκ ἀντιστρέφει· λεγέσθω γὰρ ὁ δοῦλος ἀνθρώπου δοῦλος, ἀλλ᾿ οὐκέτι ἄνθρωπος δούλου ἄνθρωπος ῥηθήσεται. ᾿Ε. Ποῖον ἄλλο ἔτι πρὸς τοῦτο κομίσαις ἄν τεκμήριον; ᾿Α. Ὅτι ἐὰν μὲν οἰκείως ᾗ ἀποδεδομένον πρὸς ὅ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστίν, λειπομένου δὲ τούτου μόνου πρὸς ὅ ἀπεδόθη, ἀεὶ πρὸς αὐτὸ ῥηθήσεται. οἶον ὁ δοῦλος πρὸς δεσπότην λέγεται· ἐὰν τοίνυν περιέλῃς τὸ δίπουν, τὸ ἐπιστήμης δεκτικόν, τὸ θνητόν, τὸ ἄνθρωπον, μένῃ δὲ τὸ δεσπότην εἶναι, ἀεὶ ὁ δοῦλος πρὸς δεσπότην ῥηθήσεται. καὶ ἔμπαλιν ἐὰν μὲν τηρήσῃς πάντα, περιέλῃς δὲ τὸ δεσπότην, περιεῖλες καὶ τὸ δοῦλον εἶναι, κἄν ἄνθρωπος ᾗ, κἄν δίπους, κἄν ζῷον λογικὸν θνητόν· δεσπότου γὰρ μὴ ὄντος πρὸς οὐδὲν τῶν μεινάντων δοῦλος οἰκείως ῥηθήσεται. ὡσαύτως καὶ ἐπὶ ὄρνιθος ἐὰν περιαιρεθῇ τὸ εἶναι πτερωτόν, οὐδὲ τὸ πτερὸν ἔσται τῶν πρός τι μὴ ὄντος πτερωτοῦ ἐν τοῖς πράγμασιν. ᾿Ε. Τί οὖν ἐκ τούτου συμβήσεταί σοι; ᾿Α. Ὅτι δεῖ μὲν ἀποδιδόναι, πρὸς ἅδήποτε οἰκείως λέγεται, ἀλλ᾿ ἀὰν μὲν ᾗ ὄνομα κείμενον, τῷ κειμένῳ χρῆσθαι, μὴ ὄντος δὲ ὀνοματοποιεῖν αὐτόν· οὕτω γὰρ ἀποδιδομένων φανερὸν ὅτι πάντα πρὸς ἀντιστρέφοντα ῥηθήσεται. ᾿Ε. Διὰ τί οὖν τοοῦτο συμβαίνει; ᾿Α. Ὅτι τὰ ἀντιστρέφοντα δεῖ ὲξ ἴσου εἶναι καὶ μήτε πλεονάζειν θάτερον μήτε ἐλλείπειν. ὅταν μὲν οὖν θάτερον πλεονάζῃ ὡς τὸ πτερὸν ὄρνιθος, θάτερον δὲ ἐλλείπῃ ὡς τὸ πηδάλιον τοῦ πλοίου, ἀμήχανον ἀντιστρέψαι ταῦτα, ἄν μη τὸ ἐπίσης αὐτὰ ἔχειν ἤ εὑρὼν τὸ ἐπίσης ὄνομα ἤδη ποιήσας παράσχῃς. ᾿Ε. ἀλλ᾿ ἐπεὶ τὸ πρὸς ἀντισττέφοντα λέγεσθαι ἀπέδειξας εἶναι τῶν πρός τι, ἐάνπέρ τις οἰκείως ἀποδεδῷ πρὸς ἅ λέγεται τὰ πρός τι, τί ἄλλο ᾿Α. Τὸ ἅμα τῇ φύσει λέγεσθαι. ᾿Ε. Δίδαξον ήμᾶς τοῦτο.