Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 124

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p124

Tap a number or a passage to select it.

CAG IV.1

’A. Ἀλλ᾿ οὕτως μέν σου ἐπισύραντος τὴν ἀπόδοσιν φανήσεταί σοι ὀρθῶς ἀποδιδομένη καὶ ἀλείπτως. ’E. Ἐξήγησαι οὖν, τί βούλεται διὰ τῆς ἀποδόσεως. ’A. Πολλὰ τῶν πραγμάτων ἄλλως μὲν ὑφέστηκεν, ἄλλως δὲ ὑπογράφεται. ἀλλὰ δεῖ διαστέλλοντα δεικνύναι, ποταπὴν τὴν ὑπογραφὴν ἔχειν ὀφείλει. οἷον τὸ λευκὸν ἔστι μὲν καὶ ἐπὶ τῆς λευκότητος τάξαι· λέγομεν γὰρ τὸ χρῶμα λευκόν· ἔστι δὲ καὶ ἐπὶ τοῦ σώματος τοῦ μετέχοντος τῆς λευκότητος· ἔστι γὰρ εἰπεῖν σῶμα λευκόν. ἂν οὖν ὁ μὲν τὸ λευκὸν εἴπῃ χρῶμα διακριτικὸν ὄψεως, ὁ δὲ ἀκούσῃ μὴ ἐπὶ τῆς λευκότητος ἀλλ᾿ ἐπὶ τοῦ σώματος, ἄτοπόν τι... χρῶμα διακριτικὸν ὄψεως. ἔστιν οὖν διόρθωσις, ὅτι τὸ λευκὸν καθὸ λευκὸν εἴη ἂν χρῶμα διακριτικὸν ὄψεως καὶ οὐχ ᾧ τὸ λευκὸν εἶναι συμβέβηκεν, ἤγουν τὸ σῶμα, ὥστε ἐν αὐτῷ τῷ ὅρῳ τοῦ κοῦ † παριλαμβάνει ἢ τὸ λευκὸν εἶναι καὶ μὴ εἶναι μήτε ἁμάρτημα μήτε τὸ ζητούμενον λαμβάνεσθαι εἰς ἐξήγησιν τοῦ ζητουμένου. καὶ ἐνταῦθα οὖν οὐχ ἁπλῶς ἐρρέθη ὅτι ἔστι τὰ πρός τι ταὐτὸν τῷ πρός τί πως ἔχειν, ἀλλὰ πρόσκειται οἷς τὸ εἶναι ταὐτὸν τῷ πρός τί πως ἔχειν· τὸ γὰρ εἶναι τῶν πρός τί ἐστι τὸ σχέσιν ἔχειν πρὸς ἕτερον καὶ ἐκείνου, πρὸς ὃ λέγεται, ταὐτοῦ ὄντος τῇ σχέσει τῇ πρὸς ὃ λέγεται· τὸ γὰρ διπλάσιον, ἔστω δὲ καὶ τέσσαρα καὶ δύο, οὐ καθὸ τέσσαρά ἐστι τῶν πρός τι οὐδὲ τὰ δύο, ἀλλὰ καθὸ τὰ τέσσαρα τῶν δύο ἐν λόγῳ ἐστὶ διπλασίονι καὶ τὰ δύο τῶν τέσσαρα ἐν λόγῳ ἐστὶν ἡμίσει. τὰ οὖν πρός τί ἐστιν ἡ σχέσις ὑποκειμένων πρὸς ἄλληλα, οὐ κατὰ τὰ ὑποκείμενα τῇ σχέσει, οἷς οὐ τὸ εἶναι ταῦτόν ἐστι τῇ πρὸς ἄλληλα σχέσει· ἡ δὲ πρὸς ἄλληλα σχέσις τῶν πρός τι τὸ πρός τί πως ἔχειν ἐστίν. ταῦτα οὖν πρός τί ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πως ἔχειν πρὸς ἄλληλα. ’E. Σαφῶς εἰπέ, τί ποτε λέγεις. ’A. Φημὶ ὅτι βούλεται λέγειν, τὰ πρός τί ἔστι μὲν ὑπό τινων ὑποκειμένων ὑφιστάμενα, οὐ μὴν καθὸ ὑπόκειται τὰ ὑποκείμενά ἐστι πρός τι, ἀλλὰ καθὸ τὰ ὑποκείμενα κατὰ σχέσιν τὴν πρὸς ἄλληλα πλεονεκτοῦντα φαίνεται· τὰ γὰρ τέσσαρα πρὸς τὰ δύο σχέσει πλεονάζει, ὅταν τὰ μὲν

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.