CAG IV.1
τινι. ἑνὸς δὲ τῶν τριῶν ἀφαιρεθέντος οὐκέτι ἂν εἴη παρώνυμα. ὁ γὰρ ἀνδρεῖος παρώνυμόν ἐστιν, ἔστιν γὰρ ἡ ἀνδρεία πρᾶγμα ἧς μετέχει· ἀλλὰ καὶ τοῦ ὀνόματος αὐτῆς μετέχει· ἀπὸ γὰρ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. ἀλλὰ μετέχει καὶ μετασχηματισμοῦ τῆς πτώσεως γενομένης κατὰ τὸ τέλος τῆς ἀνδρείας ὀνόματος· ἡ μὲν γὰρ ἀνδρεία εἰς τὴν αݲ λήγει συλλαβήν, ὁ δὲ ἀνδρεῖος εἰς τὴν οݲςݲ. Ἐ. Δεῖξον οὖν πῶς ἑνὸς τούτων ἐκλελοιπότος οὐκέτι παρώνυμον γίνεται. Ἀ. Αὐτίκα· ἔστι τις τῆς μουσικῆς μετέχουσα γυνή, ἣ καλεῖται μουσική, καὶ ἔστι μὲν τὸ πρᾶγμα οὗ μετέχει, ἔστι δὲ καὶ τοὔνομα ἀφ᾿ ἧς κέκληται μουσική. ἀλλ᾿ ἐπεὶ οὐ μετεσχηματίσθη, ἀλλ᾿ ὁμοίως καὶ ἡ ἕξις καὶ ἡ γυνὴ κέκληται μουσική, οὐκ ἔστιν παρωνύμως λεγομένη ἡ γυνὴ μουσικὴ ἀλλ᾿ ὁμωνύμως. ὁ δὲ μουσικὸς παρωνύμως τῆς μουσικὴς κέκληται, ἐπειδὴ πρόσεστιν αὐτῷ τὰ τρία, μετοχὴ πράγματος, μετοχὴ ὀνόματος, μετασχηματισμὸς τοῦ ὀνόματος. πάλιν ἀρετῆς οὔσης ὁ μετέχων ταύτης σπουδαῖος κέκληται· ἐνταῦθα τὸ μὲν πρᾶγμά ἐστιν ἡ ἀρετὴ οὗ μετέχει ὁ ἄνθρωπος, ἀλλ᾿ ἐπειδὴ τοῦ ὀνόματος οὐ μετέχει (ὁ γὰρ σπουδαῖος καὶ ἡ ἀρετὴ ἕτερά εἰσιν ὀνόματα), οὐκ ἂν εἴη παρώνυμα, ὥστε μετέχων ἀρετῆς ὁ σπουδαῖος οὐκ ἂν εἴη παρωνύμως κεκλημένος σπουδαῖος. Ἐ. Διά τί οὖν οὐκ ἀπὸ τοῦ τὴν σπουδὴν ἔχειν σπουδαῖος καλεῖται ὁ σπουδαῖος ἀλλὰ τοῦ ἔχειν ἀρετήν; Ἀ. Ὅτι εἰ διὰ τὸ σπουδὴν ἔχειν σπουδαῖος ἐκαλεῖτο, πάντας ἐνῆν τοὺς περί τι σπουδὴν ἔχοντας καλεῖν σπουδαίους. νῦν δὲ οὐχ ὁ περί τι σπουδάζων σπουδαῖος καλεῖται, ἀλλὰ μόνος ὁ ἀρετῆς μετέχων. ὥστε ποιὸς μὲν ἂν εἴη ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος, οὐ μέντοι καὶ παρώνυμος. Ἐ. Εἰρηκὼς δὴ αὐτάρκως περὶ τῆς σχέσεως τῶν ὀνομάτων τῆς πρὸς τὰ πράγματα καὶ τὰ περὶ τῆς σχέσεως τῶν ὅρων τῶν καθ᾿ ἕκαστον ὀνομάτων τῆς πρὸς τὰ πράγματα, ἑξῆς περὶ τίνος φὴς διαλαμβάνειν τὸν Ἀριστοτέλην; Ἀ. Λέγω τοίνυν ὅτι ἐπεὶ περὶ φωνῶν ἁπλῶν ἐστιν σημαντικῶν τῶν πραγμάτων ἡ πρόθεσις, καθὸ σημαντικαί εἰσιν αὐτῶν· εἰσὶ δὲ πρώτως κατὰ γένος ἀφοριζόμεναι καὶ κατὰ γένη τῶν πραγμάτων καὶ οὐ κατὰ ἀριθμὸν λαμβανόμεναι τὸν τῶν καθ᾿ ἕκαστα καὶ τὸν τῶν ἀτόμων· ἐπεὶ τοίνυν ἡ πρόθεσις τοιαύτη, ἀναγκαίως ὅτι περὶ ἁπλῶν λέξεών ἐστι διδάξαι δεικνύς, οἷαί εἰσιν αἱ ἁπλαῖ.