CAG IV.1
A. Ἀλλ᾿ οὔτε περιττεύων οὔτε ἐπιλελησμένος τοῦ σκοποῦ περὶ ποιεῖται πρῶτον λόγον, ἀλλὰ τὰ ἀναγκαῖα πρὸς τὴν παράδοσια τῶν κατηγοριῶν προεκτίθεται, ἵνα μὴ διὰ μέσου ἐκδιδάσκων παρεκβάσεις ποιοῖ καὶ διακόπτοι τὸ συνεχές. ὥσπερ οὖν οἱ γεωμέτραι προεκτίθενται ὅρους καὶ ἀξιώματα καὶ αἰτήματα καὶ διαιρέσεις, ἃ χρήσιμά ἐστι προλαβόντα μαθεῖν εἰς σαφήνειαν τῶν θεωρημάτων, οὕτω καὶ ὁ Ἀριστοτέλης τὰ περὶ τῶν ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων καὶ πάντα ἑφεξῆς χρησιμώτατα πρὸς αὐτὴν τὴν τῶν κατηγοριῶν παράδοδιν, τινὰ δὲ καὶ μετὰ τὴν τῶν κατηγοριῶν παράδοσιν ἐπιδιδάσκων, ὧν τὸ τῷ τόπῳ χρὴ παριστάναι. Ἐ. Τὸ μὲν χρήσιμον τῶν προλεγομένων εἰς τὴν παράδοσιν τῶν παραστήσεις, νῦν δὲ λέγε, τί βούλεται τὰ ὁμώνυμα καὶ τὰ συνώνυμα καὶ εἴ τινα ἄλλα ἐστὶ τῆς τοιαύτης συστοιχίας, τί βούλεται καὶ πόθεν καὶ τῶς ὑπέστη; Ἀ. Φημὶ τοίνυν ὅτι παντὸς πράγματος ὄνομα καὶ ὁρισμὸν ἔχοντος, οἶον τοῦδε μὲν τοῦ πράγματος ὄνομα ἔχοντος ἄνθρωπος καὶ δηλουμένου δι᾿ αὐτοῦ, ἔδτιν αὐτοῦ καὶ ὁ ὁρισμός· λέγομεν γὰρ ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· δηλοῦται γὰρ ἕκαστον τῶν πραγμάτων καὶ δι ὀνόματος καὶ διὰ λόγου τοῦ ὁριστικοῦ παραστατικοῦ τῆς οὐσίας αὐτοῦ, ὡς ὅταν τὴν φωνὴν λέγωμεν τὸ ἴδιον ἀκοῆς· παντὸς οὖν πράγματος καὶ ὄνομα καὶ λόγον ὁριστικὸν ἔχοντος σχέσεις ἐν τοῖς πράγμασι τῶν τοιούτων λόγων πρὸς τὰ ὀνόματα γινονται τέσσαρες· τὰ γὰρ πράγματα ἢ καὶ τοῦ ὁνόματος καὶ τοῦ λόγου αὐτοῦ κοινωνεῖ, ἢ τοῦ μὲν ὀνόματος οὐ μέντοι τοῦ λόγου, ἢ τοῦ τοῦ δὲ ὀνόματος οὔ, ἢ οὔτε τοῦ λόγου οὔτε τοῦ ὀνόματος. καὶ ὅταν μὲν τοῦ αὐτοῦ ὀνόματος κοινωνῇ τὰ πράγματα τοῦ δὲ λόγου μηδαμῶς, ὁμώνυμα καλεῖται, ὅταν δὲ καὶ τοῦ λόγου καὶ τοῦ ὀνόματος, προσαγορεύεται διὰ τὸ ὥσπερ σὺν τῷ ὀνόματι καὶ τὸν τὸν αὐτὸν. ὅταν δὲ τοῦ μὲν λόγου κοινωνῇ τοῦ αὐτοῦ τοῦ μή, πολυώνυμα ταῦτα καλεῖται, ἐπειδὰν δὲ μήτε τοῦ ὀνόματος μήτε τοῦ λόγου, ἑτερώνυμα καλεῖται. πέμπτος δέ ἐστι τρόπος, ὅταν τινὰ ἕτερα ὄντα ἀπὸ ἑτέρων γένηται μετέχοντά πως καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου, διαφέροντα δὲ τῷ μετασχηματισμῷ, ἃ καὶ καλεῖται παρώνυμα. Ἐ. Ἆρα οὖν πάντων μέμνηται ὁ Ἀριστοτέλης; Ἀ. Οὐδαμῶς. Ἐ. Τίνων οὖν μέμνηται; Ἀ. Ὁμωνύμων, συνωνύμων, παρωνύμων· οὔτε δὲ τῶν οὔτε δὲ τῶν ἑτερωνύμων μέμνηται.