Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 129

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p129

Tap a number or a passage to select it.

CAG IV.1

Ἀ. Τέσσαρα. Ἐ. Τίνα ταῦτα; Ἀ. Ἓν μὲν ἕξις καὶ διάθεσις. Ἐ. Ἆρα <οὖν> ὡς εἴδη ταῦτα διαφέρει ἀλλήλων, ἕξις καὶ διάθεσις, ἢ ἀριθμῷ ἀλλήλων διενήνοχεν; Ἀ. Ὡς μὲν εἴδη ἀλλήλων οὐ διενήνοχεν ὥσπερ ὁ ἄνθρωπος τοῦ βοός· οὐ γὰρ διαφέρει ἀλλήλων εἰδοποιοῖς διαφοραῖς ὥσπερ ὁ ἵππος τοῦ ἀνθρώπου. ἀριθμῷ δὲ ἀλλήλων διενήνοχεν ὥσπερ Σωκράτης Πλάτωνος· εἰδοποιοῖς μὲν γὰρ διαφοραῖς οὐ διενήνοχεν Σωκράτης Πλάτωνος, ἰδιότητι δὲ συνδρομῆς ποιοτήτων, καθ᾿ ἣν εἰδοποιῷ διενήνοχεν Πλάτων Σωκράτους. ὥσπερ οὖν τὸ λευκὸν τὸ πολυχρονιώτερον τοῦ ἐφημέρου λευκοῦ τῷ εἴδει μὲν οὐ διαφέρει (καθὸ γὰρ λευκόν ἐστι, οὐ διαφέρει)· χρόνῳ δὲ διαφέρει, ἑκατέρου δὲ ὁ αὐτὸς λόγος (ἄμφω γὰρ χρώματά ἐστι διακριτικὰ ὄψεως, ἐπεὶ κἂν μέλι μέλιτος ᾖ γλυκύτερον, οὐδὲν ἧττόν ἐστιν μέλι)· <οὕτως ἡ> ἕξις εἰ καὶ ὅτι μάλιστα μονιμωτέρα ἐστὶ τῆς διαθέσεως, τῷ μὲν μονιμωτέρα εἶναι δόξειεν ἂν διαφέρειν τῆς διαθέσεως, οὐ μὴν τῷ γε εἶναι ποιότης................................. τοῦ πυκτεύειν ἐπιστήμη. ὁ δὲ πυκτικὸς οὐδέπω ἐπίσταται, ἐπιτηδείως δὲ ἔχει πρὸ τοῦ ἀναλαβεῖν τὴν πυκτικὴν ἐπιστήμην, λέγω τοίνυν ἀνονόμαστον εἶναι τὴν φυσικῆν δύναμιν καὶ ὅλως ἀνώνυμον τὸ τῆς ποιότητος εἶδος. † εἴτε ὄνομα αὐτῇ θέσθαι, λέγοιντο ἂν αἱ τοιαῦται ποιότητες διὰ λόγου· ἐπιτηδειότης γὰρ πρὸς τὸ πυκτεύειν ῥηθείη ἂν, ἀφ’ ἧς ὁ πυκτικός, καὶ ἐπιτηδειότης πρὸς τὸ ἀφ᾿ ἧς λέγεται ὁ νοσερὸς καὶ νοσώδης, ὡσαύτως δὲ καὶ ὁ ὑγιεινὸς ἀπὸ τῆς πρὸς τὸ ὑγιαίνειν ἐπιτηδειότητος. ὁ δὲ Ἀριστοτέλης κατὰ δύναμιν καὶ ἀδυναμίαν αὐτοῦ προσηγόρευσεν. Ἑ. Πῶς οὖν τῶν ἐναντίων ἐπιδεκτικός τις ἂν εἴη κατ᾿ αὐτό; ἀναντία γὰρ ἡ δύναμις τῇ ἀδυναμίᾳ. Ἀ. Οὐδὲν ἄτοπον· ὅση γὰρ δύναμις ὑπάρχει τινός, τόσην καὶ ἀδυναμίαν εὑρήσομεν παρακολουθοῦσαν. εἰ γάρ τις δύναμιν τυγχάνει ὑγείας ἔχων οὗτος ἀδυναμίαν ἂν ἔχοι τοῦ ῥᾳδίως νοσῆσαι, καὶ ὅταν τοῦ γενέσθαι πυκτικὸν ὑπάρχῃ δύναμις, τούτῳ τοῦ μὴ γενέσθαι πρόσεστιν ἀδυναμία.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.