CAG IV.1
Ἀ. Ὅτι αἱ τοιαῦται τῶν ὑποκειμένων διαφοραὶ εἰ καί πως ἐχειν αὐτα παρέχουσιν, ἀλλ’ οὐχὶ κατὰ τὸ τοιὸν εἶναι τὴν προσηγορίαν παρέχουσιν, ἀλλὰ μᾶλλον τὸ κατὰ θέσιν τινὰ ἐπ’ αὐτῶν θεωρεῖσθαι τῶν μορίων. πυκνὰ μὲν γὰρ λέγεται τῷ τὰ μόρια σύνεγγυς ἀλλήλων κεῖσθαι, ὡς μηδὲν ἑτερογενὲς σῶμα μεταξὺ αὐτοῦ παρεμπίπτειν δύνασθαι, ὡς ἔχει ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ σιδήρου καὶ τῶν τοιούτων σωμάτων. μανὸν δὲ τῷ οὕτως αὐτοῦ διεστηκέναι τὰ μόρια, ὡς ἑτερογενὲς σῶμα δύνασθαι μεταξὺ αὐτῶν παρεμπίπτειν, οἷαί εἰσιν αἱ σπογγίαι καὶ οἱ κισήρεις καὶ τὸ ἔριον. καὶ λεῖον μέν ἐστιν, οὗ τὰ μόρια ἐξ ἴσου ἀλλήλοις σύγκειται οὕτως, ὡς μηδαμῶς τὸ ἕτερον ὑπερέχεσθαι ὑπὸ τοῦ ἑτέρου, τραχὺ δὲ, οὗ τὰ μόρια οὕτως ἔχει θέσεως, ὡς ὑπερέχειν τε ἀλλήλων καὶ ὑπερέχεσθαι, ὡς ἔχει τοῦ πρίονος τὰ μόρια. ’E. Ἀλλὰ τί ἐκ τῶν ὄρων τούτων συνάγεις; ’A. Τί δὲ ἄλλο ἢ ὅτι θέσεών εἰσιν εἴδη ἡ μανότης καὶ ἡ πυκνότης καὶ ἡ λειότης καὶ ἡ τραχύτης. ’E. Καὶ τί τοῦτο πρὸς τὸ μὴ ποιότητας εἶναι παρίστησιν; ’A. Ὅτι τὴν θέσιν τῆς τοῦ πρός τι κατηγορίας ἀπέδειξεν, τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν και τὸ λεῖον καὶ τὸ τραχύ θέσεις τινές εἰσιν, τῆς τοῦ πρός τι κατηγορίας εἴη καὶ ταῦτ’ ἂν καὶ οὐ τοῦ ποιοῦ. ’E. Ἆρα οὖα μόνα τοῦτ’ ἔστι τὰ εἰρημένα τέσσαρα εἴδη τῆς ποιότητος; ’A. Ἴσως. ’E, Διὰ τί ἔφης ἴσως; Ἀ. Ὅτι καὶ ὁ Ἀριστοτέλης ἔφη· ἴσως οὖν καὶ ἄλλος τρόπος φανείη ἂν ποιότητος. ’E. Ποῦ οὖν τοίνυν περὶ πούτου ἐζήτησεν; ’A. ’Ev τοῖς Μετὰ τὰ φυσικά. ’E. Διὰ τί οὖν ἐνταῦθα εἴασεν τὴν ἀκριβῆ ζήτησιν; ’A. Ὅτι πρὸς εἰσαγωγικοὺς ἔγραψε τὴν τῶν Κατηγοριῶν στοιχείωσιν, πρὸς δὲ τοὺς ἢδη τελείους <τὰ> Μετὰ τὰ E. Ἀλλὰ διὰ τί ἔφη τοιότητες μὲν οὖν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα ἢ ὁπωσοῦν ἀπ’ αὐτῶν; διὰ τί γὰρ οὐκ ἔφη ποιὰ δὲ <εἶναι> τὰ κατὰ ταύτας παρωνύμως προσέθηκεν <δὲ ἢ ὁπωσοῦν>