Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 72

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p72

Tap a number or a passage to select it.

CAG IV.1

Ἐ. Ἐπεὶ τοίνυν τούτων τινὰ ἀλλήλοις οὐ δύναται συνελθεῖν καὶ τινὰ τούτων συνέλθοι ἄν; Ἀ. Φημὶ τοίνυν ὅτι ἡ οὐσία οὐκ ἂν γένοιτο συμβεβηκὸς οὐδὲ τὸ συμβεβηκὸς οὐσία· συμβεβηκέναι μὲν γὰρ τὸ συμβεβηκὸς δύναται τῇ οὐσίᾳ, εἶναι δὲ οὐσίαν συμβεβηκὸς ἀδύνατον ἢ τὸ συμβεβηκὸς εἶναι οὐσίαν. πάλιν τὸ καθόλου ἐπὶ μέρους εἶναι ἀδύνατον, καὶ τὸ ἐπὶ μέρους εἶναι καθόλου ἀδύνατον. τοῦ δὲ ἐπὶ μέρους δύναταί τι κατηγορεῖσθαι τῶν καθόλου, οἷον Σωκράτους μερικῆς ὄντος οὐσίας κατηγορηθείη ἂν ὁ ἄνθρωπος, ὅπερ ἐστὶ καθόλου, ἔστι γὰρ Σωκράτης ἄνθρωπος. γίνονται οὖν συμπλοκαὶ τέσσαρες· τὸ γὰρ καθόλου συμπλέκεται ἢ τῇ οὐσίᾳ ἢ τῷ συμβεβηκότι, καὶ εἰσὶν αὗται δύο συμπλοκαί, καὶ τὸ ἐπὶ μέρους συμπλέκεται ἢ τῇ οὐσίᾳ ἢ τῷ συμβεβηκότι, καὶ εἰσὶν αὗται ἄλλαι δύο συμπλοκαί. οὔτε δὲ ἡ οὐσία καθόσον οὐσία γένοιτ᾿ ἂν συμβεβηκὸς οὔτε δὲ τὸ συμβεβηκὸς καθόσον συμβεβηκὸς γένοιτ᾿ ἂν οὐσία, καὶ πάλιν οὔτε τὸ καθόλου καθόσον καθόλου γένοιτ᾿ ἂν μερικὸν οὔτε τὸ μερικὸν καθόσον μερικὸν γένοιτ᾿ ἂν καθόλου. Ἐ. Διὰ τί προσέθηκας τὸ καθόσον οὐσία καὶ ἐπὶ τῶν ἄλλων οὕτως; Ἀ. Ὅτι γενέσθαι μὲν καὶ ὑποστῆναι τὰ συμβεβηκότα ἐν τῇ οὐσίᾳ δύναται, καθόσον δὲ συμβεβηκός ἐστι καὶ ἐπινοεῖται τὸ συμβεβηκότα ἐν τῇ οὐσίᾳ εἴη αὐτὸ τοῦτο οὐσία· τὸ γὰρ λευκὸν τῷ σώματι συμβαίη ἄν, φαμὲν γὰρ λευκὸν τὸ σῶμα, τὸ δὲ λευκόν, καθὸ λευκόν ἐστιν, οὐκ ἂν εἴη ταὐτὸν τῷ σώματι (ἔστι δὲ τὸ μὲν σῶμα οὐσία, τὸ λευκὸν δὲ συμβεβηκός), ἀλλὰ μετέχει μὲν τὸ σῶμα λευκότητος ὡς συμβεβηκυίας αὐτῷ, οὐκ ἔστι δὲ ταὐτὸν τὸ σῶμα τῇ λευκότητι. οὐδὲν γὰρ αὐτοῦ μετέχει, ἄλλ᾿ ἔστι τοῦτο, ὅπερ ἐστίν. οὕτως καὶ τὸ καθόλου ᾗ καθόλου οὐκ ἂν εἴη τοῦ ἀτόμου μέρος, μετέχοι δ᾿ ἂν τὸ ἄτομον πρᾶγμα τοῦ καθόλου, ὡς ἄν ἐν εἴδει ὄντος τοῦ ἀτόμου ἐν τῷ καθόλου ἢ ἐν γένει, ὡς ὁ Σωκράτης ἐν εἴδει μέν ἐστι τῷ ἀνθρώπῳ, ἐν γένει δὲ τῷ ζῴῳ. καὶ τὸ μέρος δὲ ἐν τῷ ὅλῳ, ὡς ἡ χεὶρ ἐν τῷ ὅλῳ σώματι. διὰ τοῦτο οὖν πρόσκειται τὸ ὃ ᾗ τοιοῦτον ἕκαστον, οὐκ ἂν εἴη τὸ ἕτερον. Ἐ. Ἀλλὰ πῶς σὺ μὲν τὴν διαίρεσιν πεποίησαι, ὅτι τῶν ὄντων τὰ μὲν καθόλου οὐσίαι, τὰ δὲ καθόλου συμβεβηκότα, τὰ δὲ ἐπὶ μέρους οὐσίαι, τὰ δὲ ἐπὶ μέρους συμβεβηκότα, Ἀριστοτέλης δὲ οὐ τοιούτοις ὀνόμασι κέχρηται, ἀλλὰ ἄλλοις; Ἀ. Ὅτι ἀντὶ τῶν ὀνομάτων τούτων τοὺς ἐξηγητικοὺς αὐτῶν λόγους ἔλαβεν καὶ οἷον ὑπογραφικούς. τὴν δὲ διαίρεσιν ταύτην τῶν γενικωτάτων

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.