Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 66

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p66

Tap a number or a passage to select it.

CAG IV.1

λογίαν λέγεται παρὰ τοῖς γεωμέτραις. καὶ διὰ τοῦτο τὸ τῆς ἀρχῆς ὄνομα εἴληπται ἐν τοῖς κατὰ ἀναλογίαν ὁμωνύμοις. τρίτος δέ ἐστι τρόπος τῶν ἀπὸ διανοίας τὸ ἀπό τινος ἑνὸς κοινὴν διαφόροις πράγμασι προσηγορίαν γενέσθαι· οἷον μιᾶς οὔσης τῆς ἰατρικῆς ἀπὸ ταύτης κεκλήκαμεν τό τε ἰατρικὸν τό τε φάρμακον καὶ τὸ σμιλίον, ἀλλ᾿ ἰατρικὸν μὲν τὸ βιβλίον, ὅτι ἰατρικῶν μαθημάτων ἀναγραφὴ ἔχει, τὸ δὲ σμιλίον ὅτι πρὸς τομὰς τὰς κατὰ ἰατρικήν ἐστιν ὄργανον, ἰατρικὸν δὲ τὸ ὅτι πρὸς τὰς ἰάσεις ἐστὶν χρήσιμον τῷ ἰατρῷ. ὥστε τοὔνομα, ὁ δὲ κατὰ τοὔνομα λόγος καθ᾿ ἕκαστον <τῶν> κοινῶς προσαγορευομένων ἕτερος. ἀπὸ μιᾶς δὲ τῆς ἰατρικῆς ἐκλήθη ταῦτα ἰατρικὰ θέντων ἀπὸ τύχης ἀλλὰ ἀπὸ διανοίας πᾶσι τούτοις ὀνόματα τῶν οὕτως ταῦτα. τέταρτος δὲ ἀπὸ διανοίας, ὅταν διάφορά τινα πρὸς τέλος ἀπ᾿ ἐκείνου τῆς κοινῆς προσηγορίας τύχῃ, ὥσπερ ὑγείας ἣν τέλος ποιεῖται ό ὑγιαζόμενος, ἀπὸ ταύτης τό τε σιτίον λέγεται ὑγιεινὸν καὶ ὁ περίπατος ὑγιεινὸς καὶ τὸ ἀνάγνωσμα ὑγιεινόν. τοῦτον δὲ τὸν οἱ μὲν συνῆψαν τῷ ἀφ᾿ ἑνὸς τὸ ὅλον τοῦτο καλέσαντες ἀφ᾿ ἕν, οἱ δὲ οὐδὲ τοῖς ὁμωνύμοις κατηρίθμουν, ἀλλ᾿ οὐδὲ ἐν τοῖς συνωνύμοις, ἀλλ᾿ ἐν μέσῳ ἐτίθεσαν τῶν ὁμωνύμων τε καὶ συνωνύμων διὰ λόγου μετοχῇ τοῦ αὐτοῦ ἰατρικὰ καλεῖσθαι κοινῶς τὰ διάφορα πράγματα ὑγείας τε περιποιήσει τῆς αὐτῆς ὑγιεινὰ καλεῖσθαι τὰ οὕτω προσαγορευθέντα κοινῶς πράγματα. ’E. Ὁ δὲ Ἀριστοτέλης ποίῳ κέχρηται τρόπῳ τῶν ὁμωνύμων; Ἀ. Τῷ ἀπὸ τῆς ὁμοιότητος εἰπὼν ζῷον τόν τε ἄνθρωπον γεγραμμένον, ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, <ἴδιον ἑκατέρου λόγον> ἀποδώσει· τὸν δὲ κατὰ τοὔνομα ἄλλον ἄλλῳ ἀποδώσει, τὸν μὲν ἄνθρωπον ζῷον εἶναι, ὅτι οὐσία ἔμψυχος αἰσθητική, τὸ δὲ γεγραμμένον ζῷον εἶναι, ὅτι ὁμοίωμά ἐστιν οὐσίας ἐμψύχου αἰσθητικῆς. ’E. Ἐπειδὴ ἕνα τρόπον ὁμωνύμων εἴρηκας τὸν κατὰ ἀναλογίαν, καὶ κατὰ μεταφορὰν ὁμώνυμά τε ἂν εἴη καὶ ὑπαχθείη τῷ τρόπῳ, ἢ ἕτερός ἐστί τις τρόπος ὁ κατὰ μεταφορὰν καὶ ἕτερος ὁ ἀναλογίαν; καὶ εἰ δεῖ ἐν τῷ κατὰ ἀναλογίαν τάττειν τὸν κατὰ μεταφορὰν ἢ καθ᾿ αὐτὸν ἄλλον τρόπον ἡγεῖσθαι ὁμωνύμων κατὰ ἀναλγίαν; Ἀ. Ἐσφάλησαν μὲν πολλοί, ὧν καὶ ὁ Ἀττικός,

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.