Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 63

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p63

Tap a number or a passage to select it.

CAG IV.1

ἐξήγησαι ἡμῖν. καὶ πρῶτον διὰ τί προσέθηκεν, ὁ δὲ κατὰ τοὔνομα λόγος, ἀλλ᾿ οὐκ ἠρκέσθη εἰπὼν ὁ δὲ λόγος ἕτερος; Ἀ. Φημὶ ὅτι οὐδὲ ἄλλως γένοιτο ἄν ὁ ὅρος ὑγιής, εἰ μὴ κατὰ τοὔνομα ἀποδίδοιτο καὶ συζύγως ἔχων πρὸς τοὔνομα. Ἐ. Εἰπὲ ἔτι ὃ λέγεις σαφέστερον. Ἀ Προφθάσαντες εἰρήκαμεν ὅτι πᾶν πρᾶγμα ἢ διὰ ὀνομάτων σημαίνεται ἢ διὰ λόγου ὁριστικοῦ. δεῖ δὲ τὸν ὁριστικὸν λόγον σύζυγον εἶναι τῷ ὀνόματι καὶ ἐξηγητικὸν τοῦ πράγματος, καθὸ τῷδε κέχρηται τῷ ὀνόματι. οἶον ἥδε ἡ οὐσία, ἔστω δὲ ἄνθρωπος ὑποκείμενος, καλεῖται ἄνθρωπος, καὶ ἀθρόως μὲν οὕτως, καὶ ζῷον ἐπὶ κεφαλαίου ἔχει τοὔνομα τούτου· διὰ δὲ λόγου ἐσοδυναμοῦντος εἰς δήλωσιν τῷ ὀνόματι ἀποδοθείη ἂν τῷ ζῷον λογικὸν γικὸν θνητόν. ἔστι δὲ ὁ ἄνθρωπος καὶ οὐσία ἔμψυχος αἰσθητική· ἀλλὰ καθὸ μὲν ἄνθρωπος καλεῖται σύζυγον ἔχων κατὰ τοὔνομα τὸ τοῦ ἀνθρώπου λόγον, ζῷον λογικὸν θνητόν, καθὸ δὲ ζῷον, οὐσία ἔμψυχος αἰσθητική. ἂν τοίνυν ἄνθρωπον εἰπὼν τὴν ὑποκειμένην οὐσίαν καὶ δι᾿ ὀνόματος οὕτως αὐτὴν δηλώσας διὰ λόγου μηνῦσαι αὐτὴν θέλων εἴπης οὐσία ἔμψυχοςαἰσθητική, εἴρηκας μέν τι ἀληθές, οὐκέτι δὲ συζύγως τῷ ἄνθρωπος ὀνόματι ἀποδέδωκας τὸν λόγον, ἀλλὰ περιττῶς καὶ πεπλασμένως. Ἐ. Τί οὖν ἐστιν ὃ φὴς περιττῶς καὶ πεπλασμένως; Ἀ. Ὅτι οἱ ὅροι ἀντιστρέφειν ὀφείλουσι τοῖς ὀνόμασιν· ἔστι δὲ ἀντιστρέφειν τὸ ἐξισάζειν καὶ μὴ πλεονάζειν μήτε ἐλλείπειν, οἶον εἴ τίς ἐστιν ἄνθρωπος, ἐκεῖνος ζῷόν ἐστι λογικὸν θνητόν. Ἐ. Ἀληθές, ἀλλὰ καὶ ἀντίστρεψον. καὶ ὅρα, εἰ ὁμοίως ἀληθὲς τὸ λεγόμενον. Ἀ. Καὶ εἴ τί ἐστιν ζῷον λογικὸν θνητόν, τοῦτ᾿ ἔστιν ἄνθρωπος. Ἐ. Ἀληθὲς καὶ τοῦτο. Ἀ. Εἴ τί ἐστιν οὐσία ἔμψυχος αἰσθητική, ἄνθρωπός ἐστιν. Ἐ. Τοῦτο ψεῦδος· ἰδοὺ γὰρ ὁ βοῦς οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, καὶ οὐκ ἔστιν ἄνθρωπος. τί οὖν τὸ αἴτιον; Ἀ. Ὅτι τὸ μὲν ζῷον θνητὸν κατὰ τοὔνομα ἀπεδόθη τὸ τοῦ ἀνθρώπου.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.