CAG IV.1
᾿A. Ὅτι τὸ μὲν ποσὸν ᾗ ποσὸν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ ἦττον, τὰ δὲ συμβεβηκότα τῷ ποσῷ ἐπιδέχοιντ᾿ ἄντὸ μᾶλλον καὶ ἦττον. ὥσπερ καὶ ἡ οὐσία οὐκ ὲπιδέχεται ἐναντίωσιν, συμβέβηκε δὲ τῇ οὐσίᾳ τῶν ἐναντίων ἀνὰ μέρος εἶναι δεκτικήν. καὶ ἐνταῦθα οὖν ἄλλο μὲν ποσόν, ἄλλο δὲ τὸ ἴδιον τοῦ ποσοῦ. ἔστι γὰρ γὸ ἴδιον ποιότης <καὶ> πάθος οὐσιῶδες τοῦ ποσοῦ· αἱ δὲ ποιότητες καὶ τὰ πά πάθη ἐπιδέχονται τὸ μᾶλλον καὶ καὶ τὸ ἧττον· ἐπιδέχοιτο * ἄν καὶ τὸ ισον καὶ τὸ ἄνισον τὸ μᾶλλον καὶ ἦττον, καίτοι τοῦ μὴ επιδεχομένου. ᾿Ε. ᾈλλ᾿ εἰ πάθη ποδοῦ τὸ ἴσον καὶ τὸ ἄνισον, πῶς ἄν εἴη τῶν πρός τι τὸ ἴσον; ᾿Α. Ὅτι τὸ ἴσον ἴσῳ λέγεται ἴσον καὶ τὸ ἄνισον ἀνίσῳ ἄνισον· αὐτὰ γὰρ ἅ ἐστι τὸ ἴσον καὶ τὸ ἄνισον ἑτέρου λέγεται. ᾿Ε. Ἆρα οὖν πάνατα τὰ ὑπὸ τὰ πρός τι ἐπιδέχεται τὸ μᾶλλον καὶ ἦττον; ᾿Α. Οὐδαμῶς· οὔτε γὰρ τὸ διπλάσιον ῥηθείη ἄν μᾶλλόν τινος δι πλάσιον ἤ ἦττον οὔτε τὸ ἥμισυ ῥηθείη ἄν μᾶλλον ἤ ἦττόν τινος ἥμισυ. ᾿Ε. Τί οὖν τοῖς πρός τι ὑπάρχει ἴδιον, καθόσον εἰσὶν πρός τι. ᾿Α. Τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι. ᾿E. Τί ἐστι τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι; ᾿A. † Τὰ πρὸς ἃ λέγεται τὰ πρῶτα, ὁμοίως καὶ τὰ δεύτερα λέγεσθαι πρὸς τὰ πρῶτα. οἶον εἰρήσθω ὁ πατὴρ πρῶτος, ὁ δὲ υἰὸς δεύτερος, καὶ ἔστω ὁ πατὴρ υἱοῦ πατήρ· οὐκοῦν ἀντιστρέψμεν καὶ τὸν υἱὸν προτάξωμεν, καὶ ἔστι καὶ ὁ υἱὸς παρτὸς υἱός. ᾿E. Ἆρα οὖν πάντα οὕτως ἔχει; ᾿A. Πἀντα μὲν κατ᾿ ἐπίνοιαν, οὐ πάντα δὲ κατ᾿ ἐκφώνησιν. ἀλλὰ τὰμὲν κατὰ τὰς αὐτὰς πτώσεις ἔχει ἀντιστρέφοντα τοῖς πρώτοις λεγομένοις, ὡς ὁ πατὴρ υἱοῦ πατήρ καὶ ὁ υἱὸς πατρὸς υἱός· ἐπ᾿ ἀμφοῖν γὰρ πρὸς γενικὴν πτῶσιν γέγονενν ἡ προφορά. τὰ δὲ οὐ πρὸς τὰς αὐτὰς πτώσεις, ὡς ἤδη ἔδειξεν· αἴσθησις μὲν γὰρ αἰσθητοῦ αἴσθησις πρὸς γενικὴν ἐῤῥέθη πτῶσιν, τὸ δὲ αἰσθητὸν αἰσθήσει αἰσθητὸν πρὸς δοτικὴν τὸ ἀντιστρέφον συνετάχθη. τινὰ δὲ κατ᾿ ἐκφορὰν οὐκ ἐπιδέχεται, πρὸς ὃ λέγεται. οὐ λέγομεν γὰρ μέγα μικροῦ μέγα οὐδὲ μικρὸν μεγάλου μικρόν. ταῦτα δὲ εἴρηται πρότερον.