CAG IV.1
E. Πῶς κατά συμβεβηκός: ’A. Οὐχ ὅτι οὐσία ἐστίν, ἀλλ’ ὅτι μέγεθος ἔχει. ποσὰ γάρ ἐστιν περὶ τὴν ἡμετέραν οὐσίαν πρῶτα αἱ καλούμεναι διαστάσεις, αὗται δέ εἰσιν μῆκος, πλάτος, βάθος. E. Μετὰ τὸ ποσὸν τίς ἐστι τρίτη κατηγορία τῇ τάξει; Περὶ τῶν πρός τι]. ’A. ’H τῶν πρός ’E. Διὰ τί μᾶλλον μὴ τὸ ποιόν: Ἀ. Ὅτι προϋφεστηκότος μήκους, πλάτους, βάθους ἐπιγίνεται τὸ μεῖζον καὶ τὸ ἄλλττον, ἅπερ ἐστὶν πρός τι. ’E. Διὰ τί μετὰ τὸ ποσὸν εὐθὺς τὰς τῶν πρός τι ἐπήγαγεν; ’A. Καὶ διὰ ταύτην μὲν τὴν αἰτίαν, καὶ διότι ἐμνήσθη τῶν πρός τι ἐν τῷ ποσῷ. ἔδει οὖν εἰς τὸ εὐσύνοπτα γενέσθαι πῶς εἴρηται καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον διδάξαι εὐθύς, τίνα ποτέ ἐστι τά πρός τι. ’E. Τίνα οὖν ποτέ ἐστι τὰ πρός τι: ’A. Ὅρον μὲν αὐτῶν γενικώτατον οὐκ ἔστιν ποιήσασθαι, ὡς οὐδ’ ἐπὶ τῶν ἄλλων, τὴν δὲ ἐπίνοιαν ἔστιν συλλαβόντας ἀποδοῦναι, ὃ πεποίηκεν καὶ Ἀριστοτέλης εἰπὼν πρός τι εἶναι ταῦτα, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. Ἐ. Τί οὖν διὰ ταύτης τῆς ἀποδόσεως παραστῆσαι βούλεται; Ἀ. Πρῶτον μὲν ὅτι ἐπὶ πλήθους λέγεται τὰ πρός τι ὡσανεὶ τινῶν ὄντων πρός τι, ἑνὸς δὲ οὔ. ἀλλὰ καὶ τοῦ ἑνὸς τῶν πρός τι ὄντος οὐ μὴν τοῦτο πρός τι ὀρθῶς ἂν ῥηθείη. ὥσπερ οὖν οὐκ ἂν εἴποις τοῦ πρὸς ἄλληλα ἀλλὰ τῶν πρὸς ἄλληλα, οὕτως οὐ τοῦ πρός τι ἀλλὰ τῶν πρός τι. δι᾿ ἣν αἰτάν καὶ περὶ οὐσίας καὶ περὶ ποσοῦ ἑνικῶς εἶπεν, περὶ δὲ τῶν πρός τι πληθυντικῶς ἔφη· πρός τι δὲ τὰ τοιαῦτα λέγεται. ἔπειτα ἡ ἐκκειμένη ὑπογραφὴ Πλατωνικὴ εἶναι λέγεται, ἣν καὶ παρελθὼν διορθοῦται. ’E. Τί οὖν παρίστησιν; καὶ τί βούλεται ἡ προσθήκη ἡ προκειμένη ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἔχει; Ἀ. Λέγω ὅτι τῷ τὰ μὲν πρός τι λέγεσθαι φάναι εἶναι ἐκεῖνα, ὅσα