CAG IV.1
οὐσίας, τὰ δέ ἐπὶ μέρους συμβεβηκότα, δεῖ καὶ ἡμᾶς συνθέτους τούς ἐξηγητιχούς λόγους ἀντὶ τῶν συνθέτων ὀνομάτων εἰπεῖν. φέρε οὖν ἐμοῦ καὶ σοῦ λέγοντος σύνθεσίν τινα ὀνομάτων σύλλεγε τούς συμφώνους λόγους ῥηθεῖσιν ὀνόμασι συμπλέξας. ’E. Ποίησον ὃ λέγεις. ἰδοὺ γὰρ προβάλλω· ἡ καθόλου οὐσία πῶς ἂν ἄν διά τῶν λόγων σηυμανθείη ἐκείνων ὦν ἀπέδωκας; Ἀ. Λέγω ὅτι ἐπεὶ τῶν καθόλου παραστατικὸν ἦν τὸ λέγεσθαι, τῆς δὲ οὐσίας τὸ ἐν ὑποκειμένῳ μὴ εἶναι, ῥηθείη ἂν ἡ οὐσία ἡ καθ’ ὐποκειμένου μὲν λεγομένη, ἐν ὑποκειμένῳ δὲ μηδανὶ οὖσα. ’E. Ἀλλὰ μὴν τὸ καθόλου συμβεβηκὸς τῶς ἂν διὰ τῶν παραστήσειας; Ἀ. Λέγω ὅτι ἀντὶ μὲν τοῦ καθόλου λήψομαι ἐξηγητικὸν τὸ καὐ ὑποκειμένου λέγεσθαι, ἀντἰ δὲ τοῦ συμβεβηκότοε τό ἐν ὑποκειμένῳ εἶναι· καὶ ἔσται ὁ συντεθεὶς λόηος σημαίνων τὸ καθόλου συμβεβηκὸς τὸ καθ᾿ ὑποκειμένου λέγεσθαι καἰ ἐν ὑποκειμένῳ εἶναι. ’E. Πάλιν μοι τὴν μερικὴν οὐσίαν συνθεὶς σημαντικοὺς αὐτῆς λόγους δήλωσον. Ἀ. Ἣ οὔτε καθ᾿ ὑποκειμένου τινὸς λέγεται οὔτε ἐν ὑποκειμένῳ καθὸ μέν γὰρ οὐκ ἔστι καθόλου ἀλλὰ μερική, οὐκ ἂν καθ᾿ ὑποκειμένου ῥηθείη, καθὸ δὲ οὐσία καὶ οὐ συμβεβηκός, οὐκ ἂν εἴη ἐν ὁποκειμένῳ. ’E. Πάλιν μοι τό μερικόν συμβεβηκὸς διὰ τῶν λόγων παράστησον. Ἀ. Λέγω ὅτι καθ᾿ ὑποκειμένου μὲν μὴ λέγεσθαι, ἐν ὑποκειμένῳ εἶναι· καθόσον μὲν γὰρ μερικόν ἐστι, καθ᾿ ὑποκειμένου οὐκ ἂν ῤηθείη, δὲ συμβεβηκός, ἐν ὑποκειμένῳ ἂν εἴη. Ἐ. Ἐπεὶ τοίνυν ἐμοῦ ἐρωτῶντος τὰ γνώριμα ὀνόματα τοὺς ποιηθέντας περὶ αὐτῶν λόγους ὑπὸ Ἀριστοτέλους εἴρηκας, ὅρα εἰ καὶ ἀναστρέψαντός μου καὶ ἐρωτῶντός σε, τί βούλονται οἱ ὑπὸ Ἀριστοτέλους λόγοι, δύνασαι εἰπεῖν μοι ὀνόματα γνώριμα. Ἀ. Ἐρώτησον· καί γὰρ ὁ Ἀριστοτέλης παρεὶς τὰ γνώριμα τοὺς ἐξηγητικοὐς αὐτῶν λόγους ἀντ᾿ ’E. Λέγε δή μοι, τί ἐστιν ὅ φησι τῶν ὄντων τά μὲν καθ᾿ τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστι. Ἀ. Λέγω ὅτι ἔφη τῶν ὄντων τὰ μέν ἐστι καθόλου ’E. Πῶς καὶ πόθεν λαβὼν τοῦτο ἔφης: Ἀ. Ὅτι τῶν μὲν καθόλου παραστατικὸς ἦν ὁ λόγος ὁ καθ᾿ ὑποκειμένου λέγεσθαι, καὶ τῆς οὐσίας παραστατικὸς ἦν ὁ λόγος ὁ λέγων αὐτὴν μὴ ἐν ὑποκειμένῳ εἶναι.