Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 95

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p95

Tap a number or a passage to select it.

CAG IV.1

ὑποκειμένου λέγεσθαι συνωνύμως οὐ κατὰ τινὸς κατηγορεῖται· οὐ γὰρ ἔχει ἄλλο ὑποκείμενον· τὸ δὲ καθ’ ὑποκειμένου ἦν κατηγορεῖσθαι τὸ συνωνύμως τοῦ ὑποκειμένου κατηγορεῖσθαι. ὥστε τὰ εἴδη καὶ τὰ γένη καθ᾿ ὑποκειμένων λεγόμενα τῶν ἀτόμων συνωνύμως αὐτῶν κατηγορεῖται. ὁμοίως δὲ καὶ αἱ διαφοραί· πᾶσα γὰρ διαφορά καθ’ ὑποκειμένου κατηγορεῖται, οὗ ἂν εἴη διαφορά, διὰ τοῦ τῶν ἀτόμων διαφορὰς μὴ εἶναι· διαφορὰ γάρ ἐστι, καθ᾿ ὃ ἕκαστον τῶν ἄλλο ἄλλου διαφέρει ἤτοι <τὸ> κατὰ πλειόνων διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. εἰδῶν οὖν καὶ γενῶν αἱ διαφοραί, οὐκ ἀτόμων. Ἐ. Εἰ οὖν μήτε οὐσία ἐστὶν ἡ διαφορὰ (ἔφης γὰρ μὴ εἶναι εἰ καὶ αὕτη οὐκ ἔστιν ἐν ὑποκειμένῳ ὥσπερ καὶ ἡ οὐσία) μήτε συμβεβηκὸς (οὐ γάρ ἐστιν ἐν ὑποκειμένῳ), μεταξὺ δὲ οὐσίας καὶ συμβεβηκότος ἐστιν ἄλλο· πάντα γὰρ τὰ ὄντα ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ οὐκ ἐν ὑποκειμένῳ, πάντα γὰρ ἢ οὐσίαι ἢ συμβεβηκότα, συμβεβηκότα μὲν ὡς τὰ ἐν ταῖς ἐννέα κατηγορίαις, οὐσίαι δὲ ὡς ἔχει ἡ οὐσία· εἰ οὖν μήτε οὐσία μήτε συμβεβηκὸς ἡ διαφορά, τί ἂν εἴη; Ἀ. Φησὶν ὁ Ἀριστοτέλης, ὅτι οὔτε ποιότης ἐστὶν μόνον (ἦν γὰρ συμβεβηκός), οὔτε οὐσία μόνον (ἦν γὰρ συγκαταριθμημένη ταῖς οὐσίαις ταῖς δευτέραις), ἀλλὰ τὸ ὅλον τοῦτό ἐστι ποιότης οὐσιώδης· διόπερ οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται ἑκάστου οὗ κατηγορεῖται ἀλλ᾿ ἐν τῷ ποῖόν τί ἐστιν. Ἐ. Ἐπίδειξον οὖν, πῶς ποιότης οὐσιώδης ἐστὶν ἡ διαφορά. Ἀ. Οὐσιώδεις εἰσὶν ποιότητες αἱ συμπληρωτικαὶ τῶν οὐσιῶν. συμπληρωτικὰ δέ εἰσιν ἐκεῖνα, ἅτινα ἀπογινόμενα φθείρει τὰ ὑποκείμενα. ἃ δὲ γινόμενα καὶ ἀπογινόμενα οὐ φθείρει, οὐκ ἂν εἴη οὐσιώδη. οἷον ἡ θερμότης πρόσεστι τῷ θερμῷ ὕδατι, πρόσεστι δὲ καὶ τῷ πυρί· ἀλλὰ τῷ μὲν ὕδατι οὐκ οὐσιωδῶς πρόσεστιν· ἀρθείσης γὰρ τῆς θερμότητος οὐ φθείρεται ψυχρὸν γινόμενον τὸ ὕδωρ. τῷ δὲ πυρὶ οὐσιωδῶς πρόσεστιν· ἀρθεῖσα γὰρ ἡ θερμότης φθείρει τὸ πῦρ. καὶ αἱ διαφοραὶ οὖν σχεδὸν τοιαῦταί εἰσιν ὡς ποιότητες οὐσιώδεις· τὸ γὰρ λογικὸν ἐὰν ἀρθῇ ἀπὸ τοῦ ἀνθρώπου, φθείρεται, καὶ τὸ χερσαῖον ἐὰν ἀρθῇ αὐτοῦ, φθείρεται, ἐπεὶ καὶ τὸ θνητὸν ἐὰν ἀρθῇ αὐτοῦ, φθαρείη ἂν μεταβάλλων εἰς ἀθόνατον. διὸ καὶ εἰς τὸν ὁρισμὸν τῆς οὐσίας παραλαμβάνεται ἡ διαφορὰ ὡς συμπληρωτικὴ οὖσα τῆς οὐσίας, τὰ συμπληρωτικὰ δὲ τῶν οὐσιῶν οὐσίαι. καὶ τὰ συμβεβηκότα μὲν οὐ δηλοῖ τὴν οὐσίαν, ἡ διαφορὰ δὲ δηλοῖ· ζῴου γὰρ ὄντος τοῦ ἀνθρώπου, ποῖόν τι ζῷον, δηλοῦσιν αἱ διαφοραί· ἔσονται οὖν οὐσιώδεις ποιότητες. τὸ μὲν οὖν μὴ εἶναι ἐν ὑποκειμένῳ προσὸν πάσαις ταῖς οὐσίαις οὐ μόναις

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.