Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 57

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p57

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

τῶν εἰρημένων αὐτὸ μὲν καθ᾿ αὑτὸ οὐδεμιᾷ καταφάσει λέγεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις γίνεται. εἰ γὰρ ἡ τούτων συμπλοκὴ κατάφασιν ποιεῖ, ἡ δὲ κατάφασις ἐν φωνῇ σημαντικῇ καὶ λόγῳ ἀποφαντικῷ τὴν ὑπόστασιν ἔχει, οὐκ ἂν εἴη περὶ γενῶν τοῦ ὄντος ἡ πραγματεία οὐδ᾿ ὅλως περὶ πραγμάτων ᾗ πράγματα, ἀλλὰ μᾶλλον περὶ φωνῶν σημαντικῶν τῶν πραγμάτων· οὐ γὰρ ἡ τῶν πραγμάτων συμπλοκὴ πλοκὴ κατάφασις γίνεται, ἀλλ᾿ ἡ φωνῶν σημαντικῶν τῶν δηλουσῶν τὰ πράγματα συμπλοκὴ ἀποτελεῖ τὴν κατάφασιν, αὐτός τε ῥητῶς ἔφη· ῾τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσόν᾿ καὶ τὰ ἑξῆς· εἰ γὰρ περὶ πραγμάτων ἦν αὐτῷ ὁ λόγος, οὐκ ἂν εἶπεν τὸ ῾ἤτοι οὐσίαν σημαίνει᾿· οὐ γὰρ σημαίνουσι τὰ πράγματα ἀλλὰ σημαίνεται. Ἐ. Ἀλλ᾿ ὅτι μὲν οὔτε Πρὸ τῶν τοπικῶν ἐπιγέγραπται οὔτε Περὶ τῶν γενῶν τοῦ ὄντος οὔτε Περὶ τῶν δέκα γενῶν τοῦ ὄντος, αὐτάρκως παρέστησας· ὅτι δὲ Περὶ τῶν κατηγοριῶν ἐπιγραπτέον, ἐπίδειξον ἡμῖν. Ἀ. Ἀλλ᾿ οὐκ ἂν τοῦτο ἐπιδειχθείη, εἰ μὴ ἡ πρόθεσις πρότερον δηλωθείη ἡ τοῦ βιβλίου· ταύτης γὰρ δειχθείσης καὶ τὸ ἐπίγραμμα ὅτι οἰκεῖον τὸ τῶν κατηγοριῶν, δειχθήσεται. Ἐ. Δεῖξον οὖν τὴν οἰκείαν πρόθεσιν τῆς τοῦ βιβλίου πραγματείας. Ἀ. Φημὶ τοίνυν ὅτι τῶν πραγμάτων ἐκκειμένων δηλωτικὸς γενόμενος καὶ σημαντικὸς αὐτὸς ὁ ἄνθρωπος ἦλθεν ἐπὶ τὸ καὶ διὰ τῆς φωνῆς κατονομάζειν καὶ δηλοῦν ἕκαστον. καὶ γέγονεν αὐτῷ ἡ πρώτη χρῆσις τῶν λέξεων εἰς τὸ παραστῆσαι ἕκαστον τῶν πραγμάτων διὰ φωνῶν τινων καὶ λέξεων, καθ᾿ ἥν δὴ σχέσιν τῶν φωνῶν τὴν πρὸς τὰ πράγματα τόδε μέν τι πρᾶγμα βάθρον κέκληκεν, τόδε δὲ ἄνθρωπον, τόδε δὲ κύνα, ἥλιον δὲ τόδε, καὶ πάλιν τόδε μὲν τὸ χρῶμα λευκόν, τόδε δὲ μέλαν, καὶ τόδε μὲν ἀριθμόν, τόδε δὲ μέγεθος, καὶ τόδε μὲν δίπηχυ, καὶ οὕτως ἑκάστῳ πράγματι λέλεις καὶ ὀνόματα τέθεικεν σημαντικὰ αὐτῶν καὶ μηνυτικὰ διὰ τῶν τοιούτων τῆς φωνῆς ψόφων. τεθεισῶν δὲ τοῖς πράγμασι συμβολικῶς τινων λέξεων προηγουμένως, πάλιν ὁ ἄνθρωπος κατὰ δευτέραν ἐπιβολὴν ἐπανελθὼν (αὐτὰς τὰς τεθείσας λέξεις) τὰς μὲν τοιοῦτον φέρε τύπον ἐχούσας, ὥστε ἄρθροις συνάπτεσθαι τοιοῖσδε, ὀνόματα κέκληκε, τὰς δὲ τοιαύτας οἷον τὸ περιπατῶ, περιπατεῖς, περιπατεῖ, ῥήματα, δηλώματα τῶν ποιῶν τύπων παριστὰς τῶν φωνῶν διὰ τοῦ τὰς μὲν ὀνόματα καλέσαι τὰς δὲ ῥήματα. ὥστε τόδε μέν τι τὸ πρᾶγμα καλέσαι χρυσὸν καὶ τὴν τοι-

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.