CAG IV.1
’E. Ἀλλὰ πῶς μὲν ὡρίσατο ὁ Ἀριστοτέλης καὶ τίνες οἱ τρόποι τῶν ὁμωνύμων, αὐτάρκως παρέστησας· μεταβατέον δέ σοι καὶ καὶ ἀποδότεον τὸν Ἀριστοτέλους ὅρον. Περὶ συνωνύμων] ’A. Συνώνυμα λέγεται ὧρ τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα τῆς οὐσίας λόγος ὁ αὐτός, οἷον ζῷον <ὅ ὁ βοῦς>. ὁ γὰρ ἄνθρωπος καὶ ὁ βοῦς κοινῷ ὀνόματι προσαγορεύεται ζῷον, καὶ ὁ λόγος δὲ ὁ Ὀ αὐτός· ἐὰν γὰρ ἑκάστου λόγον τί ἐστιν αὐτῶν τὸ ζῴῳ εἶναι, τὸν αὐτὸν 'ποδώσει λόγον. ’E. Ἐξήγησαι οὖν τὸν ὅρον. ’A. Συνώνυμα δὲ, φησί, λέγεται τὰ πράγματα εἶναι, ὦν τό τε ὄνομα κοινόν, ἀλλ᾿ οὐ μόνον, ὡς ἐπὶ τῶν ὁμωνύμων. καὶ δηλονότι ὄνομα ληπτέον τὸ κοινῶς ἐπὶ παντὸς μέρους λόγου λεγόμενον καὶ τὸ κοινὸν ὡς πρότερον. ἄν τε δὲ προστεθῇ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας, ἄν τε μὴ προστεθῇ, ἀλλὰ μόνον λέγηται ὁ δὲ λόγος ὁ αὐτός, δῆλον ὅτι προσυπακουσόμεθα καὶ τὸ κατὰ τοὔνομα δεῖν ἀποδίδοσθαι τὸν λόγον καὶ ὅτι λόγον τὸν τῆς οὐσίας χρὴ ἐξακούειν· οὗτος γάρ ὅταν οὖν ὀνόματος ὄντος κοινοῦ ὁ κατὰ τοὔνομα ὁριστικὸς λόγος ὁ αὐτὸς ᾖ, συνωνύμως ταῦτα καλεῖται τούτῳ τῷ ὀνόματι. δηλοῖ δὲ τὸ παράδειγμα τὸ εἰρημένον· ἄνθρωπος γὰρ ἔστω τὸ ὑποκείμενον καὶ βοῦς καὶ καύων, δὲ κοινῷ ὀνόματι καλείσθωσαν ζῷα· ἐπὶ ταύτης τῆς κοινότητος τοῦ ὀνόματος ἐὰν ἀποδῶμεν τὸν κατὰ τοὔνομα ὅρον ἔστι δὲ ὁ σύζυγος τῇ ζῴου προσηγορίᾳ ὅρος οὗτος τὸ οὐσία ἔμψυχος αἰσθητική· καὶ ὁ ζῷόν τε λέγεται καὶ ἔστιν οὐσία ἔμψυχος αἰσθητική), δῆλον ὅτι καὶ ὁ ὅρος κοινὸς ἔσται πάντων· ἕκαστον γὰρ τῶν εἰρημένων ἀληθῶς οὐσία ἔμψυχος αἰσθητική. ’E. Ἀλλὰ ταῦτα μὲν κατὰ Ἀριστοτέλην ὠρίσω, ἐπειδὴ καὶ τούτων μνησθεὶς ὁ αὐτὸς τοὺς ὅρους αὐτῶν τοιούτους πεποίηται· ὅταν λόγου κοινωνῇ τινα τοῦ αὐτοῦ, τοῦ δὲ ὀνόματος μή, ἃ δεῖ καλεῖσθαι πολυώνυμα, τίς ἂν γένοιτο ὅρος;