CAG IV.1
Σωκράτους πάντα κατηγορηθήσεται, αλλὰ τὸ μὲν ζῷον κατηγορηθήσεται, οὐκέτι δὲ καὶ τὸ εἶδος· οὐ γὰρ Σωκράτης εἶδος. ’A. Ἀλλ᾿ ὁρᾷς ὅτι ἡ ἀτοπία γέγονε παρὰ τὸ μὴ ἐκδέξασθαι πῶς εἴρηται ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται· οὐ γὰρ εἴρηκεν ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ἀλλ᾿ ἕτερον καθ᾿ ἑτέρου κατηγορῆται ὡς καθ᾿ ὑποκειμένου δέδωκεν ὑπολαβεῖν τὸ συνωνύμως καὶ ἐν τῷ <τί ἐστι> τὸ τηνικαῦτα· ὅσα τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. οἷον τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου ὡς καθ᾿ κατηγορεῖται· ἐφαρμόζει γὰρ τῷ ἀνθρώπῳ καὶ τοὔνομα τοῦ ζῴου καὶ ὁ λόγος· ζῶόν τε γὰρ ὁ ἄνθρωπος καὶ οὐσία ἔμψυχος αἰσθητική. τὸ δὲ εἶδος ἐφαρμόζει μὲν κατὰ τοὔνομα· εἶδος γὰρ ἂν ῥηθείη ὁ μὴν ἐν τῷ τί ἐστιν ὁ ἄνθρωπος τῷ ἐρωτῶντι περὶ τῆς αὐσίας ἥτις ἐστὶν ἀποδοθείη ἂν ὅτι εἶδος, ἀλλ᾿ ὅτι ζῷον. τὸ δὲ δἶδος τὸν ἄνθρωπον ἀντιδιαιρεῖται πρὸς τὸ μὴ τῶν ἀτόμων εἶναι, ἀλλὰ τῶν κατὰ κοινότητα προσαγορευομένων. τὸ δε κατὰ κοινότητα τὸν ἄνθρωπον λέτεσθαι συμβεβηκότος ἐστὶ παραστατικὸν μᾶλλον ἢ οὐσίας, συμβεβηκότος δὲ οὐ τοὺ κυρίως ἀλλὰ τοῦ ἐοικότος διαφορᾷ τινι. διαφέτει δὲ ὁ ἄνθρωτος τοῦ Σωκράτους, ὅτι ὁ μὲν κατὰ κοινότητα λέγεται, ὁ δὲ Σωκράτης οὐ κατὰ κοινότητα ἀλλὰ ἀτόμως. ᾗ οὖν κατὰ κοινότητα εἶδος, ὁ ἄνθρωπος καὶ καθὸ γένος, τὸ ζῷον. συμβέβηκε δὲ τούτοις κατὰ πλειόνων εἶναι περιεκτικά, ἐν δἐ τῷ τί ἐστιν ἡ οὐσία τοῦ ἀνθρώπου κατηγορεῖται. ’E. Μετὰ 61 ταῦτα περὶ τίνων διδάσκει ὁ Ἀριστοτέλης: ’A. Περὶ διαφορῶν. ’E. Τί λέγων; ’A. Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ᾿ ἄλληλα τεταγμένων τῷ εἴδει καὶ αί διαφοραὶ οἶον ζῴου καὶ ἐπιστήμης· ζῴου μὲν διαφορὰι οἶον τὸ πεζὸν καὶ τὸ δίπουν καὶ τὸ πτηνόν, ἐπιστήμης δὲ οὐδεμία τούτων· οὐ γὰρ διαφέτει ἐπιστήμη ἐπιστήμης τῷ δίπους εἶναι. τῶν δέ γε ὑπαλλήλων γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς διαφορὰς εἶναι· τὰ γὰρ ἐπάνω τῶν ὑποκάτω κατηγορεῖται, ὥστε ὅσαι τοῦ κατηγορουμένου διαφοραί, τοσαῦται καὶ τοῦ ὑποκειμενου εσονται. ’E. Ἀλλ᾿ ὁρᾷς ὅτι ἐν οἶς εἶρηκας πλείω ἐστὶν τὰ λεγόμενα; ’A. Ὁρῶ· εἴρηται γὰρ περὶ γενῶν, ὦν τὰ μὲν ἕτερα ἔφη εἶναι, τὰ