Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 86

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p86

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

αὶ εἰδοποιοὺς διαφοράς, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου κατηγορῆσαι, δὲ οὐχ οἶόν τε κατηγορεῖν, ταῦτα οὐ κατηγορήσομεν. εἰσὶ μέντοι τῶν ὑποκάτω καὶ διαιρετικῶν τοῦ ζῴου διαφοραί, ἃς οἷόν τε καὶ τῷ ὑποκειμένῳ ποιεῖσθαι διαιρετικάς, ὡς ἀπεδείξαμεν. ’E, Μετὰ δὲ τὸ ταῦτα διδάξαι ἐπὶ τίνα μεταβαίνει διαίρεσινα; Ἁ. Τὴν εἰς μεῖζον ἀναλαβὼν ποιήσεται· ἦν δὲ ἡ μεῖζον ἡ εἰς ’E. Ἆρα οὖν διαίρεσίς ἐστιν; ’A. Οὐδαμῶς. ’E. Διὰ τί: Ἀ. Διαίρεσις μὲν γάρ ἐστι τομὴ τοῦ γένους εἰς εἴδη, ἐνταῦθα δὲ οὐ γένος ἓν διαιρήσεται εἰς εἴδη δέκα, ἀλλὰ δέκα γένη ἐκθήσεται. καταρίθμησις οὖν ἐστιν, ἣν ποιήσεται τῶν πρώτων γενῶν καὶ τῶν κατὰ πρῶτα τένη δέκα κατηγοριῶν. ’E. τί οὖν φησιν: Ἀ. τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἔκαστον ἤτοι οὐσίαν σημαίνει ἢ πεσὸν ἢ τοιὸν ἢ πρός τι ἢ ποῦ ἢ ποτὲ ἢ ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. καὶ λαμβάνει τούτων παραδείγματα, οἶον οὐσίας μὲν ὡς τύπῳ εἰπεῖν ἵππος καὶ τῶν ἄλλων τὸ πρόσφορον εἰς παράστασιν παράδειγμα. Ἐ. Ἆρα οὖν πάντες συγχωροῦσι τὴν εἰς τὰ αὐτὰ γένη τῶν σημαντικῶν λέξεων πρώτως καὶ προηγουμένως τῶν πραγμάτων; Ἀ. Οὐδαμῶς· Ἀθηνόδωρος γὰρ γὰρ ᾐτήσατο ὁ Στωϊκὸς βιβλία Πρὸς τὰς Ἀριστοτέλους κατηγορίας κορνοῦτός τε ἐν ταῖς Ῥητορικαῖς καὶ ἐν τῇ πρός Ἀθηνόδωρον ἀωτιγραφῇ καὶ ἄλλοι πλεῖστοι. Ἐ. Ἆρα οὖν ὀρθῶς ἀντιλέγουσιν; Ἀ. Οὐδαμῶς. Ἑ. Πόθεν τοῦτο δῆλον; Ἀ. Ὅτι πρὸς πάντα σχεδὸν ἀντεῖπεν αὐτοῖς ἀντιγράψας καὶ ὅπως σφάλλονται. Ἐ. Τίς δὲ ὁ τρόπος τῆς ἀντιλογίας; Ἀ. τριττός· οἱ μέν γάρ ὅτι πλεονάζει ἡ καταρίθμησις, ἐλλείπει, οἱ δὲ ὅτι τινὰ ἄλλα ἀντὶ ἄλλων ταρείληφε Ἐ. Διὰ τί τοίνυν τῶν κατὰ μηδεμίαν ἔφη τὰ μὲν οὐσίαν σημαίνει τὰ δὲ ποσόν καὶ τὰ ἑξῆς; Ἀ. Ὅτι οὐ πρόκειται περὶ τῶν ὄντων εἰπεῖν ὅσα ἐστὶ καὶ γένη, ἀλλὰ περὶ λέξεων σημαντικῶν προηγουμένως τῶν ὄντων τῶν ὄντων πόσα τούτων γένη. † τῶν οὐ λεγομένων. καταλέγονται δὲ αἱ λέξεις.

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.