Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 98

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p98

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

οὐσίας μόνον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον καθ᾿ ἑαυτήν τε ἐξεταζομένη καὶ τῶν ἄλλων τῶν ὁμοστοίχων. Ἐ. Τί οὖν μάλιστα οὐσίας λέγοιμεν ἴδδιον εἶναι; Ἀ. Τὸ μίαν καὶ τὴν αὐτὴν οὖσαν ἀριθμῷ δεκτικὴν εἶναι τῶν ἐναντίων, οἷον Σωκράτης εἷς ὢν ἀριθμῷ δεκτικός ἐστιν ὑγείας καὶ νόσου καὶ ἡ αὐτὴ ψυχὴ φρονήσεως καὶ ἀφροσύνης. Ἐ. Τί δέ; οὐχὶ καὶ ὁ λόγος εἷς ὢν ἀριθμῷ ἐπιδεκτικός ἐστι τῶν ἐναντίων, ποτὲ μὲν ἀληθής, ποτὲ δὲ ψευδὴς γενόμενος; οἷον τὸ ῾ἡμέρα ἐστίν᾿ οὐχ ὁτὲ μὲν ἀληθές, ὁτὲ δὲ ψεῦδος; μήτι οὖν οὐσία ἐστὶν ὁ λόγος; Ἀ. Οὐκ ἔστιν. Ἐ. Ἀλλὰ τίνος κατηγορίας; Ἀ. Τοῦ ποσοῦ. Ἐ. Οὐκ ἄρα ἴδιον τῆς οὐσίας τὸ ἐπιδεκτικὸν εἶναι τῶν ἐναντίων· πῶς οὖν ἴδιον ἔφη εἶναι τῆς οὐσίας τοῦτο; Ἀ. Ὅτι ἡ οὐσία ἐπιδεκτική ἐστι τῶν ἐναντίων αὐτὴ πάσχουσα, ὁ δὲ λόγος οὐδέν τι πάσχει. Ἐ. Πῶς; Ἀ. Ὅτι ὁ Σωκράτης ὁτὲ μὲν ὑγιαίνει, ὁτὲ δὲ νοσεῖ ὁ αὐτὸς μεταβάλλων, ὁ δὲ λόγος οἷον ὁ ῾ἡμέρα ἐστίν᾿ ποτὲ μὲν ἀληθὴς γίνεται, ποτὲ δὲ ψευδὴς μὴ μεταβάλλων ἑαυτὸν ἀλλὰ τοῦ πράγματος περὶ οὗ λέγεται μεταβάλλοντος αὐτόν. * * * μὴ δεχόμενος αὐτὸς μεταβολὴν ὁτὲ μὲν ἀληθὴς εὑρίσκεται, ὁτὲ δὲ ψευδής. Ἐ. Ἀλλὰ τὴν μὲν ἔνστασιν ἔλυσας· εἰ δὲ ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ, δεῖξον ὅτι πάσῃ τε οὐσίᾳ τοῦτο πρόσεστι καὶ μόνῃ. Ἀ. Ὅτι μὲν μόνῃ, δεῖξαι ἔχω, ὅτι δὲ πάσῃ, ἴσως δυνήσομαι. Ἐ. Δεῖξον οὖν ὅτι μόηῃ. Ἀ. Τῶν μὲν γὰρ ἄλλων ὅ τι ἄν τις λάβοι οὐχ εὑρήσει ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ τυγχάνον τῶν ἐναντίων ὂν δεκτικόν, μόνην δὲ τὴν οὐσίαν τοῦτο ἐπιδεχομένην. τὴν γοῦν πρᾶξίν φαμεν καλήν, ποτὲ δὲ καὶ αἰσχρὰν εἶναι, ἀλλ᾿ οὐ τὴν αὐτὴν καὶ μίαν οὖσαν ἀριθμῷ ἀλλὰ τὴν ἢ καιροῖς διαφόροις ληφθεῖσαν ἢ ἄλλως καὶ ἄλλως πραχθεῖσαν. ἡ δὲ οὐσία οὐκ ἄλλης ἂν γένοιτο ἀλλὰ μία καὶ ἡ αὐτὴ μένουσα ἀγαθή τε καὶ αἰσχρά. καὶ οὕτως ἐπὶ τῶν ἄλλων. Ἐ. Ὅτι μὲν οὖν ἐπὶ μόνης ἀτόμου οὐσίας τοῦτο συμβαίνει, ἔδειξας· ἀλλ᾿ εἰ καὶ πάσης, τότε ἂν εἴη ἴδιον τῆς οὐσίας τοῦτο. Ἀ. Πρῶτον μὲν ἐπὶ τῶν ἀιδίων οὐκ ἂν ἔχοιμεν τοῦτο δεῖξαι· οὔτε

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.