CAG IV.1
Ἐ. Δὸς οὖν παράδειγμα. Ἀ. Λέγω ὅτι ἄνθρωπος. Ἐ. Καὶ πῶς διὰ μιᾶς λέξεως καὶ ἁπλῆς τῆς ἄνθρωπος σύνθετον ἀσποδέδωκας λόγον; Ἀ. Ὅτι ἄνθρωπος διχῶς λέγεται καὶ ὡς οὐσία καὶ ὡς καθόλου καὶ οὐ τῶν ἐπὶ μέρους τι. Ἐ. Πῶς οὖν οὐσία ἐπινοεῖται; Ἀ. Ὅτι οὐκ ἔστιν ἐν ὑποκειμένῳ ὁ ἄνθρωπος οὐδὲ συμβεβηκός τι. Ἐ. Πῶς δὲ καὶ ὅτι καθόλου; Ἀ. Ὅτι καθ᾿ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου καὶ οὐκ ἔστι μερικόν τι καὶ ἄτομον, ἀλλὰ κατὰ πλειόνων λέγεται τῷ ἀριθμῷ διαφερόντων. καλῶς οὖν καὶ ὁ Ἀριστοτέλης εἶπεν ὅτι ἄνθρωπος καθ᾿ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν. ὅτι μὲν γὰρ καθόλου ἐστί, καθ᾿ ὑποκειμένου λέγεται τοῦ τινὸς ἀνθρώπου· λέγεται γὰρ ὁ Σωκράτης ἄνθρωπος καὶ ὁ Πλάτων. ἀλλ᾿ οὕτως λέγεται ἄνθρωπος οὐχ ὅτι συμβέβηκε τῷ Σωκράτει ὡς τὸ μουσικὸν καὶ τὸ λευκόν, ἀλλ᾿ ὅτι εἶδός ἐστι τοῦ Σωκράτους ὁ ἄνθρωπος, ὥσπερ καὶ τὸ ζῷον ἐὰν λέγῃς κατὰ τοῦ Σωκράτους, οὐχ ὡς συμβεβηκὸς ἐρεῖς ἀλλ᾿ ὡς γένος· τὰ δὲ εἴδη καὶ τὰ γένη τῶν μὲν οὐσιῶν καὶ αὐτὰ οὐσίαι, τῶν δὲ συμβεβηκότων συμβεβηκότα. αἱ δὲ οὐσίαι οὐκ ἦσαν ἐν ὑποκειμένῳ, ὥστε οὐδὲ τὰ εἴδη οὐδὲ τὰ γένη τῶν οὐσιῶν ἔσται ἐν ὑποκειμένῳ, ἀλλὰ καθ᾿ ὑποκειμένου μὲν ῥηθήσεται τῶν ἀτόμων οὐσιῶν, οὐ μέντοι καὶ ἐν ὑποκειμένῳ ἔσται. Ἐ. Διὰ τί οὖν τὰ μὲν καθόλου ἔφης καθ᾿ ὑποκειμένου λέγεσθαι, τὰ δὲ συμβεβηκότα ἐν ὑποκειμένῳ εἶναι; τί γὰρ βούλεται τὸ τὰ μὲν λέγεσθαι φάναι σε, τὰ δὲ συμβεβηκότα εἶναι; βαθὺς ὁ λόγος καὶ μείζων τῆς σῆς ἕξεως· ὅτι γὰρ τὰ μὲν συμβεβηκότα ἐστὶν ὥσπερ καὶ αἱ οὐσίαι, τὰ δὲ καθόλου τι λέγεσθαι οὐκ ἔστιν ἐν ὑπάρξει, ἀλλὰ μέχρι ἐπινοίας λέγεται, οὐκ ἔστι τῆς τῶν εἰσαγομένων ἔξεως γνῶναι. ταῦτα μὲν οὖν παρείσθω· ὅταν δὲ ἐπάγῃ τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ᾿ ὑποκειμένου δὲ οὐδενὸς λέγεται τί βούλεται, παράστησον. Ἀ. Λέγω ὅτι τὰ συμβεβηκότα ἅ ἐστιν ἐπὶ μέρους· τὸ μὲν γὰρ ἐν ὑποκειμένῳ εἶναι παραστατικόν ἐστι τοῦ συμβεβηκότος, τὸ δὲ καθ᾿ ὑποκειμένου οὐδενὸς λέγεται δηλοῖ τὸ ἐπὶ μέρους. Ἐ. Δὸς καὶ τούτου παράδειγμα. Ἀ. Δώσω καὶ οὐχ ἕν, ἀλλ᾿ ἐπεὶ τὰ μέν ἐστι συμβεβηκότα τῇ ψυχῇ τὰ δὲ συμβεβηκότα τῷ σώματι, δώσω ἀφ᾿ ἑκατέρων παράδειγμα. ἐπὶ μὲν γὰρ συμβεβηκότος τῇ ψυχῇ λεγέσθω ἡ τὶς γραμματική· ἔστι δὲ τὶς γραμ-