CAG IV.1
Ἐρώησις. Διὰ τί κατηγορίας ἐν τῇ συνηθείᾳ καλουμένης τῆς ἐν ἐγκλήματι πρὸς τὰς δικαιολογίας, ᾗ ἀντίκειται ἡ ἀπολογία, προελόμενος διδάσκειν, πῶς ἐπὶ τοῖς δικαστηρίοις τῶν ἀντιδίκων ἀλλ᾿ ἕτερόν τι, ὅπερ οὐ παρὰ τοῖς Ἕλλησι τῷδε καλεῖται τῷ ἀνόματι, ξενίζειν εἵλετο εἴλετο κατηγορίας ἐπιγράψας τὸ βιβλίον; Ἀπόκρισις. Ὅτι ἡ μὲν συνήθεια τῶν προχείρων παραστατική, περὶ τούτων καὶ τὰς δηλωτικὰς λέξεις ἐν τῇ πολλῇ χρήσει παρέλαβεν, οἱ δέ φιλόσοφοι τῶν τοῖς πολλοῖς ἀγνώστων πραγμάτων ἐξηγηταὶ ὄντες καινοτέρων δεηθέντες ὀνομάτων εἰς παράστασιν τῶν ὑπ᾿ αὐτῶν ἐξευρεθέντων πραγμάτων ἢ αὐτοὶ ἐποίησαν λέξεις καινὰς καὶ ἀσυνήθεις ἢ ταῖς κειμέναις κατεχρήσαντο εἰς δήλωσιν τῶν ὑπ᾿ αὐτῶν εὑρεθέντων πραγμάτων. Ἐ. Παράστησον ἡμῖν διὰ παραδείγματος ὃ λέγεις. Ἀ. Ὁ Ἀριστοτέλης κατανοήσας, ὅτι τινὰ εἴδη, ἃ ἐπιγίνεται, ὄταν τὸ οἰκεῖον τέλος λάβῃ τὸ γινόμενον ἢ ὑπὸ φύσεως ἢ ὑπὸ τέχνης, ὥσπερ ὅταν ὑπὸ τῆς φύσεως τὸ καταβληθὲν σπέρμα ζῴου κινηθὲν καὶ ἀποτελεσθέν, φέρε ἵππος ἀποτελεῖται, ὅταν ἔμψυχον γένηται καὶ τὰ ἰδιώματα φέρῃ τοῦ ἐμψύχου, τὴν ψυχὴν ἐντελέχειαν προσηγόρευσεν ἀπὸ τοῦ εἰς τέλος τὸ οἰκεῖον ἀφικόμενον τὸ σπέρμα ἔμψυχον ἀποτελέσαι ζῷον, ὑπὸ δὲ τοῦ ἀνδριαντοποιοῦ ὅταν ὁ χαλκὸς ἀνδριὰς γένηται, ἐντελέχειαν εἶναι τὸ εἶδος τοῦ ἀνδριάντος τὸ περιτεθὲν ὑπὸ τοῦ τεχνίτου τῷ χαλκῷ· αὐτὸς γὰρ ἐποίησε τὸ τῆς ἐντελεχείας ὄνομα ἐπὶ τῶν τοιούτων μὴ ὂν ἐν τῇ συνηθείᾳ. τὸ δὲ κεφαλωτὸν ἐπὶ ἄλλου ἐν τῇ συνηθείᾳ λεγόμενον αὐτὸς ἐπὶ τοῦ κε-