CAG IV.1
Ἀ. Λέγω ὅτι πολυώνυμά ἐστιν ὧρ διάφορα μὲν καὶ πλεῖστα ὀνόματα, ὁ δὲ λόγος εἷς καὶ ὁ αὐτός, ὡς ἄορ, ξίφος, φάσγανον, καὶ λωπίον καὶ ἱμάτιον· τὸ μὲν γὰρ πρᾶγμα ἓν τὸ τοῦ ξίφους καὶ ὁ ὅρος καὶ λόγος εἷς ὁ κατὰ τοὔνομα ἔστι γὰρ σίδηρος ἀμφήκης εἰς ζᾠων εἰργασμένος), ἄλλο δὲ ὄνομα καὶ διάφορον τὸ ξίφος καὶ τὸ ἄορ καὶ τὸ φάσγανον. καὶ ἔοικεν ταῦτα ἀντικεῖσθαι τοῖς ὁμωνύμοις, ὡς εἴ τις αὐτὰ ἐκάλει ὁμοιόλογα ὀμοιόλογα καὶ ὁμοιόριστα καὶ τὸν μὲν τὰ δέ ὀνόματα κατὰ λόγον ἕτερα. οὕτω δὲ καὶ oi Ῥωμαίων παῖδες εἰώθασιν πολλἀ ἔχειν ὀνόματα ἔχαστος. Ἐ. Ὅρισαι δὲ καὶ τὰ ἑτερώνυμα. ’A. Ἔστι δὲ ἐτερώνυμα ἃ μήτε τοῦ ἀνόματος μήτε τοῦ λόγου ὡς πῦρ, χρυσὸς καὶ Σωκράτης καὶ ἀνδρεία. ἑτερώνυμα δέ ὧν τό τε ὄνομα καὶ ὁ λόγος ἔτερος. ’E. ’Επεὶ τοίνυν λείπεται τὰ παρώνυμα, ὧν καὶ ό Ἁριστοτέλης λέγε δὴ καὶ περὶ τούτων. ’A. Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέποντα τῇ τήν κατὰ τοὔνομα προσηγοπίαν ἔχει, οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. ’E. Σαφήνισον οὖν ἡμῖν τὸν ὅρον. Ἀ. Παρώνυμα, φησίν, λέγεται ὅσα ἀπό τοινος ὀνόματος καὶ ἔσχε τὴν προσηγορίαν, οἶον ἡ ἀνδρεία ἐστίν ἐπ᾿ ἀρετῆς κατηγοπουμένη τινός, ἀπὸ δὲ τῆς προσηγορίας τῆς ἀνδρείας τὸ τέλος τοῦ ὀνόματος ἐκλήθη τις ἀνδρεῖος τοῦ αὐτοῦ μὲν ὀνόματος ἔχων τὴν πτῶσιν, ἤγουν τὴν ἀνδρείαν, μετασχηματισμὸν δὲ κατὰ τὸ τὸν δὲ μετασχηματισμὸν πτῶσιν ἐκάλεσεν, οὐ γὰρ ἃς καλοῦμεν ἡμεῖς πτώσεις ὀνόματος δεῖ νῦν λέγειν αὐτὸν νομίσαι· ὁ ἀνδρεῖος διαφέρων τῆς τῇ πτώσει, τοῦτ᾿ ἔστι τῷ μετασχηματισμῷ κατὰ τὸ αὐτὸ ὄνομα τῆς ἀνδρεῖος κέκληται μετεσχηματισμένως· τοῦτο γάρ ὃ ἔφη τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει μετεσχηματισμένην κατὰ τὸ τέλος μόνον. ’E. Τίνων οὖν χρεία ἐστὶ πρός τὸ γενέσθαι παρώνυμα; ’A. Τριῶν. ’E. Τίνων Ἀ. Πρῶτον μὲν εἶναι δεῖ πρᾶγμα οὗ δεῖ μετέχειν, δεύτερον τοῦ οὗ δεῖ μετέχειν, καὶ τρίτον διαφέρειν τοῦ ὀνόματος μετασχηματισμῷ