Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 59

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p59

Tap a number or a passage to select it.

CAG IV.1

τροπικὴν τῆς δευτέρας ἐστὶ περὶ τῶν φωνῶν πραγματείας καὶ οὐ τῆς πρώτης. Ἐ. Ἆρα οὖν τὴν διαφορὰν ταύτην πάνες ἔγνωσαν οἱ περὶ κατηγοριῶν τι γράψαντες; Ἀ. Οὐδαμὼς· οὐ γὰρ ἂν οἱ μὲν περὶ τῶν γενῶν τῶν ᾤοντο ἐνταῦθα πραγματεύεδθαι, οἱ δὲ ἀντέλεγον ἀθετοῦντες αὐτῶν τὴν δεαίρεσιν ὡς πολλὰ παριεῖσαν καὶ μὴ περιλαμβάνουσαν ἢ καὶ πλεονάζουσαν. Ἐ. Τίνες εἰσὶν οὖτοι; Ἀ. Οἱ περὶ Ἀθηνόδωρον καὶ Κορνοῦτον οἱ τὰ ζητούμενα λέξεων καθὸ λέξεις, οἷα τὰ κύρια καὶ τὰ τροπικὰ καὶ ὅσα τοιαῦτα, (διαφορὰι γάρ ἐστι λέξεων καθὸ λέξεις εἰσί) τὰ τοιαῦτα οὖν προφέροντες καὶ ποίας ἐστὶ κατηγορίας ἀποροῦντες καὶ μὴ εὑρίσκοντες ἐλλιπῆ φασιν εἶναι διαίρεσιν, ὡς ἂν μὴ πάσης φωνῆς σημαντικῆς εἰς αὐτὴν εριλαμβανομένης. Ἐ. Ἆρα οὖν πάντες ἐσφάλησαν περὶ τὴν πρόξεσιν τὴς τῶν κατηγοριων γνωσεως; Ἀ. Οὐδαμῶς· ἀλλὰ καὶ Βόηθος ἐν τοῖς εἰς τὰς κατηγορίας ταῦτα καὶ Ἑρμῖνος βραχέως. Ἐ. Εἰπὲ τὰ Ερμίνου, ἐκπείπερ φὴς διὰ ωραχέων εἰρῆσθαι. Ἀ. Λέγει τοίνυν ὁ Ἑρμῖνος προκεῖσθαι οὔτε περὶ τῶν ἐν τῇ φύσει πρώτων καὶ γενικωτάτων γενῶν οὐ γὰρ νέοις προσήκουσα ἡ τῶν τοιούτων διδασκαλία) οὔτε τίνες αἱ πρῶται καὶ στοιχειώδεις τῶν λεγομένων ὡς τὸν λόγον εἶναι δοκεῖν περὶ τῶν τοῦ λόγου μερῶν, ἀλλὰ μᾶλλον περὶ τῆς καθ᾿ ἕκαστον γένος τῶν ὄντων οἰκείας ἂν ἐσομένης τῶν κατηγορίας· διὸ καὶ ἀναγκαῖον ἐγένετο ἀμωστήπως ἅψαθαι τῶν γενῶν, ἐφ᾿ ἅπερ ἡ τῶν κατηγορουμένων ἀναφορά· ἀδύνατον γὰν ἑκάτσου οἰκείαν σημασίαν γνώριμον εἶναι μηδεμιᾶς αὐτῷ προλήψεως προυποκειμένης. τοῦτο δὲ ἡ ἐπιηραφὴ Κατηγορία, δηλωτικὴ οὖσα τῆς ἑκάστῳ συνημμένης οἰκείας σημασίας. ὅτι δὲ αὐτὰ τὰ γένη τὸν ἀριθμὸν δέκα, προϊὼν ὁ λόγος δηλώσει· ταύτῃ δὲ καὶ ὁ ἀριθμὸς ὁ τῶν κατηγοριῶν ὁ δὲ ἐπιγράφων Περὶ δέκα γενῶν οὐδὲ αὐτὸς ἀπεικότως, εἰ μόνον πρὸς ἐπὶ τὰ γένη ἀναφορὰν ποιοῖτο τὴν ἐπιγραφήν, ἀλλὰ μὴ ὅτι περὶ τῶν δέκα γενῶν νομίζοι. Ἐ. Ἀλλ᾿ εἰ περὶ τῶν δέκα κατηγοριῶν ὁ λόγος, διὰ τί οὐκ ἀπὸ τὴν ἀρχὴν τῆς διδασκαλίας πεποίηται, ἀλλὰ περὶ ὁμωνύμων καὶ συνωνύμων καὶ παρωνύμων; ὅμοιος γάρ ἐστι τῷ ἄλλο μὲν δὲ ἕτερον.

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.