CAG IV.1
Ἐ. Πῶς οὖν τοῦτο εἴρηκεν ὁ Ἀριστοτέλης; ’A. ’Ev τῷ λέγειν ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδέν τι πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως, ὡς εἰ ἔλεγεν ‘τῷ ἀδυναμίαν ἔχειν τοῦ πάσχειν τι ῥᾳδίως ὑπὸ τῶν νόσων’. Ἐ. Διὰ τί οὐν ἐν τῷ εἰρημένῳ εἴδει τῶν ποιοτήτων ὁ Ἀριστοτέλης ἔταξεν καὶ τὸ σκληρὸν καὶ μαλακόν; ’A. Ὅτι τὸ μὲν σκληρὸν δύναμιν ἔχει τοῦ μὴ ἂν διακοπηναι ῥᾳδίως· οὐδὲν γὰρ τῶν ἐν γενέσει καὶ φθορᾆ σῶμά ἔστι, μὴ ἂν κατακοπείη· τὸ δὲ μαλακόν, ὅτι δύναμιν εχει τοῦ ῥᾳδίως ἂν διακοπῆναι. Ἐ. <Τί> δὲ> τρίτον ’A. Παθητικαὶ ποιότητες καὶ τάθη. ’E. Τί οὖν βούλεται τὸ παθητικὰς εἶναι ποιότητας καὶ πάθη; ’A. Ὅτι τὸ εἶδος τουτὶ τῆς ποιότητος πάθους παράστασιν ἔχει, οὐ μέντοι κατὰ τὸ αὐτὸ οὐδὲ καθ’ ἕνα τρόπον. Ἐ. Σαφῶς δεῖξον ὃ λέγεις. ’A. Εἰσί τινες ποιότητες, αἳ πάθη ἐμποιοῦσι τοῖς αἰσθητοῖς ζῴοις κατὰ τὰς αἰσθήσεις· καὶ αὗται εἰκότως παθητικαὶ ποιότητες λέγονται. ἄλλαι δὲ πάλιν, αἵτινες ἀπὸ πάθους ἐν τοῖς ἔχουσιν αὐτὰς γεγένηνται, οἷον γλυκύτης καὶ πικρότης καὶ στρυνότης. ὅτι μὲν ποιότητές εἰσι δῆλον· ποιὰ γὰρ κατὰ ταύτας τὰ δεδεγμένα αὐτὰς λέγεται· γλυκὺ γὰρ τὸ μέλι λέγεται ἀπὶ τῆς γλυκύτητος καὶ στρυφνὸς ὁ οἶνος ἀπὸ τῆς στρυφνότητος λέγεται καὶ πικρὸν τὸ ἀψίνθιον ἀπὸ τῆς πικρότητος. παθητικαὶ δὲ ποιότητες αὗται λέγονται τῷ πάθη ἐμποιεῖν ταῖς αἰσθήσεσιν, καὶ ἡ θερμότης δὲ καὶ ἡ ψυχρότης οὐ τῷ αὐτὰς πεπονθέναι ἢ τὸ κατὰ ταύτας ποιόν, ἀλλὰ τῷ πάθος ἐν ἑτέρῳ ἐργάζεσθαι. Ἐ. Τοῦτο μὲν οὖν τὸ εἶδος τῆς ποιότητος ἀπέδειξας· πῶς δὲ παθητικαὶ πάλιν ποιότητες λέγονται, δεῖξον. ’A. Ἡ λευκότης φημὶ καὶ ἡ μελανία καὶ αἱ ἄλλαι χροιαὶ παθητικαὶ ποιότητες λέγονται τῷ πεπονθέναι τὰ ἔχοντα· ἐχρὸς γὰρ τις φοβηθεὶς καὶ ἐρυθρὸς αἰσχυνθεὶς παθόντος τοῦ σώματος ἐγένετο. ὥσπερ οὖν κατὰ πάθος τὸ ἀπὸ τῆς αἰσχύνης ἐρυθριᾶσαι ἢ ἀπὸ φόβου ὠχριᾶσαι, οὕτως καὶ ἀπὸ πάθους φυσικοῦ συμβαίνειν φησὶ τὸ σῶμα τοιάύτης χροιᾶς τυχεῖν. ἀλλ’ ἐπὶ μὲν τὸν φόβον καὶ τὴν αἰσχύνην φαντασίαι προκστάρ-