CAG IV.1
αύτην ὕλην τὴν οὕτω διαλάμπουσαν προσαγορεῦσαι ἥλιον τῆν πρώτης ἦν θέσεως τῶν ὀνομάτων, τὸ δὲ τὴν χρυσὸν λέξιν εἰπεῖν εἶναι ὄνομα τῆς δευτέρας θέσεως καὶ τοὺς τύπους τῆς ποιᾶς λέξεως σημαινούσης. ἔστι τοίνον ἡ πρόθεσις τοῦ βιβλίου περὶ τῆς πρώτης θέσεως τῶν λέξεων τῆς παραστατικῆς τῶν πραγμάτων· ἔστιν γὰρ περὶ φωνῶν σημαντικῶν ἁπλῶν, καθὸ σημαντικαί εἰσι τῶν πραγμάτων, οὐμὴν τῶν κατὰ ἀριθμὸν ἀλλήλων διαφερόντων ἀλλὰ τῶν κατὰ γένος· ἄπειρα μὲν σχεδὸν καὶ τὰ πράγματα καὶ αἱ λέξεις κατὰ ἀριθμόν. ἀλλ᾿ οὐ τὰς κατὰ ἀριθμὸν πρόκειται διελθεῖν λέξεις· ἑκάστη γὰρ κατὰ ἀριθμὸν σημαίνει τῶν ὄντων· ἀλλ᾿ ἐπεὶ τῷ ἀριθμῷ πολλά ἐστιν ἓν ὄντα τῷ εἴδει ἢ τῷ γένει, καὶ ἡ ἀπειρία τῶν ὄντων καὶ τῶν σημαινουσῶν αὐτὰ λέξεων εἰς δέκα γένη εὕρηται περιλαμβανομένη εἰς τὸ γράφεσθαι. εἰς δέκα τοίνυν γενικὰς διαφορὰς περιληφθέντων τῶν ὄντων δέκα καὶ αἱ δηλοῦσαι ταῦτα φωναὶ γεγόνασι κατὰ γένη καὶ αὐταὶ περιληφθεῖσαι. δέκα οὖν λέγονται κατηγορίαι τῷ γένει δηλονότι, ὥσπερ καὶ αὐτὰ τὰ ὄντα δέκα τῷ γένει. ὅθεν ἐπεὶ περὶ φωνῶν σημαντικῶν ἡ πρόθεσις θεσις καθὸ σημαίνουσι τῶν κατὰ γένος διαφόρων ὄντων, τὸ δὲ ἀγορεύειν τὰ πράγματα κατά τι σημαινόμενον κατηγορεῖν ἔλεγον καὶ ὅλως τὸ λέξιν σημαντικὴν κατὰ πραγμάτων λέγειν, εἰκότως Κατηγορίας ἐπέγραψεν τὴν περὶ τῶν ἁπλῶν λέξεων στοιχείωσιν τὴν καθὸ σημαντικαὶ τῶν πραγμάτων εἰσὶν προηγουμένως κατὰ γένος ἕκαστον θεωρουμένην. Ἐ. Ἀλλὰ πῶς, εἰ περὶ φωνῶν σημαντικῶν ἐστιν ἡ πραγματεία, ἐν τοῖς ἑξῆς περὶ τῶν πραγμάτων ὁ πᾶς αὐτῷ γεγένηται λόγος; Ἀ. Ὅτι αἱ φωναὶ ἀγγέλῳ ἐοικυῖαι τὰ πράγματα ἀγγέλλουσιν, ἀπὸ δὲ τῶν πραγμάτων, ἀναγκαῖον ἔχουσιν, τὰς διαφορὰς λαμβάνουσιν· ἀφ᾿ ὧν τοίνυν τὸ τῆς χρείας ἀναγκαῖον ἔχουσιν, ταῦτα ἀναγκαῖον θεωρεῖται, ἵνα κατὰ τὰς γενικὰς διαφορὰς ὧν ἀγγέλλουσι καὶ αὐταὶ τὸ διάφορον λάβωσι τὸ κατὰ γένος. ἐμπίπτουσα τοίνυν γέγονεν ἡ περὶ τῶν κατὰ γένος διαφορῶν ζήτησις τῶν ὄντων, προηγουμένη δέ ἐστιν ἡ περὶ τῶν φωνῶν τῶν σημαντι κῶν ὡς εἴρηται. Ἐ. Ἀλλ᾿ εἰ ἐνθάδε εἰς δέκα γένη διεῖλεν τὰς σημαντικὰς φωνάς, πῶς ἐν τῷ Περὶ ἑρμηνείας εἰς δύο, εἰς ὄνομα καὶ ῥῆμα; Ἀ. Ὄτι ἐνθάδε μὲν περὶ τῆς προηγουμένης θέσεως τῶν λέξεων τῆς κατὰ τῶν πραγμάτων ποιεῖται τὸν λόγον, ἐν δὲ τῷ Περὶ ἑρμηνείας περὶ τῆς δευτέρας, ἣ οὐκέτι ἐστὶ περὶ τῶν σημαντικῶν λέξεων τῶν πραγμάτων, καθό εἰσι τούτων σημαντικαί, ἀλλὰ περὶ τῶν σημαντικῶν λέξεων τοῦ τύπου τῶν φωνῶν, καθὸ τύποι εἰσὶ τοιούτων· τύπος γὰρ τῆς φωνῆς τὸ εἶναι ἢ ὄνομα ἢ ῥῆμα. καὶ τὸ κυρίαν δὲ εἶναι τὴν λέξιν ἢ μεταφορικὴν ἢ ἄλλως