Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 91

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p91

Tap a number or a passage to select it.

CAG IV.1

τοῦ εἶναι· παρὰ γὰρ τὰ καθ’ ἕκαστον οὔτε βοῦν οὔτε ἄνθρωπον οὔτε ἵππον οὔτε ὅλως ἔστι νοῆσαι ζῷον. εἰ δὲ ἀπὸ τῆς τῶν καθ’ ἕκαστον αἰσθήσεως ἐπὶ τὸ καινοῇ τῇ διανοίᾳ ἀφικνούμεθα, ὄπερ οὐκέτι τόδε τι νοοῦμεν ἀλλὰ τοιόνδε, εἰ τὰ καθ’ ἕκαστον ἀναιρεθῇ ζῷα, οὐκέτι οὐδὲ τὸ κοινῇ κατηγορούμενον κατ’ αὐτῶν ἔσται. εἰδὲ δὲ καὶ αἱ σημαντικαὶ λέξεις τῶν ὄντων ἐπὶ πρότερα τὰ ἄτομα κατωνομασμέναι, εἶτα ἀπὸ τούτων ἐπὶ τὰ κοινὰ ἡ διάνοια μετῆλθεν. ἐπεὶ τοίνυν περὶ λέξεων σημαντικῶν ἡ πρόθεσις, αἱ δὲ λέξεις ἐπὶ πρῶτα τὰ αἰσθητὰ ἐπετέθησαν τούτοις γὰρ πρώτοις κατ’ αἴσθησιν ἐντυγχάνομεν), ταύτας καὶ πρώτας ἔθετο ὁ Ἀριστοτέλης εἶναι οὐσίας κατὰ τὴν πρόθεσιν, ὤσπερ πρῶται αἱ αἰσθηταὶ κατωνομάσθησαν, οὕτως ὡς πρὸς τὰς σημαντικὰς λέξεις πρώτας τιθεὶς τὰς ἀτόμους οὐσίας. ’E. ’Ex δὲ ταύτης τῆς αἰτίας ζητεῖ ὁ λόγος καί τι ἄλλο ἔγκλημα; ’A. Λέγω ὅτι αἰτιῶμαι αὐτόν, ὅτι κυριύτατα κατὰ αὐτὸν καὶ μάλιστα καὶ πρώτως λεγομένων πρώτων οὐσιῶν τῶν νοητῶν οἷον τοῦ νοητοῦ θεοῦ καὶ τοῦ καὶ, εἴπερ εἰσὶν ἰδέαι, καὶ τῶν ἰδεῶν, παριστὰς ταύτας πρώτας οὐσίας ἔφη τὰς ἐν τοῖς αἰσθητοῖς ἀτόμους. ’E. Πῶς γὰρ λύσεις αὐτοῦ τὴν αἰτίαν; ’A. Ὅτι, φήσω, ἐπεὶ περὶ λέξεων σημαντικῶν ἡ πρόθεσις, αἱ δὲ λέξεις πρώτως ἐπὶ τὰ αἰσθητὰ ἐτέθησαν (ἃ γὰρ εἶδον καὶ ὧν ᾔσθοντο ἄνθρωποι πρῶτον ταῦτα κατωνύμασαν, δευτέρως δὲ τὰ τῇ φύσει μὲν πρῶτα. αἰσθήσει δὲ δεύτερα), εἰκότως ἃ ταῖς λέξεσι πρῶτα κατωνομάσθη (ἔστι δὲ τὰ αἰσθητὰ καὶ τὰ ἄτομα), πρώτας οὐσίας ἔθετο. ὥστε ὡς πρὸς τὰς σημαντικὰς λέξεις πρῶται οὐσίαι αἱ ἄτομοι αἰσθηταί, ὡς δὲ πρὸς τὴν φύσιν πρῶται αἱ νοηταί. πρόκειται δὲ κατὰ τὰς σημαντικὰς λέξεις τὰ γένη τῶν ὄντων διελεῖν, αἱ δὲ σημαντικαὶ πρώτως εἰσὶν τῶν αἰσθητῶν ἀτόμων οὐσιῶν. ’E. Ἀλλ’ ἐπεὶ ὁμωνύμως καὶ τὸ εἶδος καὶ τὸ γένος λέγεται, ποῖα εἴδη λαμβάνει καὶ ποῖα γένη; ’A. Ἃ λέγει εἶναι δευτέρας οὐσίας. ’E. Καὶ πῶς παρέστησε; ’A. Λέγω ὅτι ἐν τῷ οἱονεὶ φάναι· μὴ γὰρ δὴ νομίσῃς ἄλλων εἰδὼνμε λέγειν γένη, τοῦτ’ ἔστιν ἄλλων ἀτόμων εἴδη οἷον τῶν συμβεβηκότων, ἀλλὰ τούτων τῶν εἰδῶν, ἐν οἷς εἴδεσίν εἰσιν αἱ ἄτομοι οὐσίαι καὶ τὰ τῶν εἰδῶν τούτων γένη. ἐξηγεῖται δὲ καὶ αὐτὸς ὃ λέγει, ἐν οἷς φησιν ὅτι ὁ

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.