Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 65

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p65

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

ὁμοίως πολλὰ παὶ διάφορα πράγματα χρῆσθαι τῷ τοῦ λόγυ ὀνόματι· λόγος δέ ἐστι καὶ κατ᾿ ἄλλο σημαινόμενον ὁ ὅρος, οὗτος δὲ ὁ λόγος ὁ ὁριστικός· τὸ ὅλον τοῦτο λέγεται λόγος τῆς οὐσίας, ἡ γὰρ προσθήκη τῆς οὐσίας διαστέλλει αὐτὸν ἀπὸ τῶν ἄλλων σημαινομέων τοῦ λόγου. ὥσπερ οὖν δραχμῆς οὔσης ἀργυρᾶς, οὔσης δὲ καὶ χρυσῆς καὶ ἄλλης χαλκῆς ὁ ἁπλῶς εἰπὼν ῾δραχμὴν δός μοι᾿ ἄδηλόν τινα λέγει, ὁ δὲ προσθεὶς ῾δός μοι χρυσῆν δραχμήν᾿ διέστειλεν ἣν θέλει λαβεῖν ἀπὸ τῶν ἄλλων· οὕτως πλεοναχῶς λεγομένου τοῦ λόγου ὁ εἰπὼν λόγος ὁ τῆς οὐσίας τῇ προσθήκῃ τῆς οὐσίας ἐδήλωσεν τὸν ὁριστικὸν λόγον. ὁ οὖν κατὰ τοὔνομα ὁριστικὸς λόγος καὶ ὁ τῆς οὐσίας δηλωτικὸς δηλωτικὸς λόγος, ἕτερος εἶναι ὀφείλει καθ᾿ ἕκαστον τῶν ὁμωνύμων πραγμάτων. Ἐ. Ἀλλ᾿ ἐπεὶ τὸν ἕκαστον τῶν ὁμωνύμων πραγμάτων. δεῖ δὲ καὶ παράδειγμα τούτων κομίσαι, ἆρά γε εἷς τρόπος ἐστὶ τῶν ὁμωνύμων, ἵνα καθ᾿ ἕνα τρόπον τοῦτον λαβόντες τὸ παράδειγμα αὐτάρκως αὐτῶν ἔχωμεν τὴν διδασκαλίαν, ἢ πλείους εἰσὶν ὁμωνύμων τρόποι; Ἀ. Πλείους. Ἐ. Τίνες οὗτοι; Ἀ. Ὡς μὲν ἀνωτάτω εἰπεῖν δύο, ὧν ὁ μέν ἐστιν ἀπὸ τύχης, ὁ δὲ ἀπὸ διανοίας. διελόντι δὲ καὶ ἀπὸ διανοίας εἴς τε τὸν καθ᾿ ὁμοιότητα καὶ τὸν ἐκ τῆς ἀναλογίας καὶ τὸν ἀφ᾿ ἑνὸς καὶ πρὸς ἓν οἱ πάντες ἔσονται τρόποι. Ἐ. Τίς οὖν ἐστιν ὁ ἀπὸ τύχης τρόπος; Ἐ. Ἃ ὡς ἔτυχεν καὶ ἀνεπιστάτως διάφορα πράγματα τῆς αὐτῆς ἔτυχε προσηγορίας, ὥσπερ Ἀλέξανδρός τε ὁ Πριάμου καὶ Ἀλέξανδρος ὁ Φιλίππου που ὁ Μακεδόνων βασιλεύσας. ταῦτα γὰρ κατὰ τύχην ὁμώνυμα εἶναι λέγεται, οἱ δὲ ἄλλοι ἀπὸ διανοίας εἶεν ἂν ἠρτημένοι, ὅτι ὅ τε καθ᾿ ὁμοίωσιν συνιστάμενος τρόπος τῆς ὁμωνυμίας, ὅταν φέρε ἄνθρωπόν τε προσαγορεύσω τὸ ζῷον λογικὸν θνητὸν καὶ εἰκόνα εἰκόνα ἀνθρώπου, ὅταν ἰδὼν λέγω ὅτι ῾ἄνθρωπος τοῦτο᾿, δηλονότι οὐχ ὡς ἔτυχεν καὶ τὸ ἐν τῇ εἰκόνι γράμμα καλῶ ἄνθρωπον, ἀλλ᾿ ὅτι ὁμοίωμά ἐστι τοῦ ζῶντος ἀνθρώπου· ἀπὸ διανοίας οὖν ἄνθρωπόν τε τὸν ζῶντα καὶ τὸν ἀνδριάντα ἢ τὴν εἰκόνα καλῶ ἄνθρωπον. πάλιν ὅταν ἀρχὴν ἀριθμῶν καλέσω τὴν μονάδα, ἀρχὴν δὲ γραμμῆς τὴν στιγμήν, ἀρχὴν δὲ ποταμῶν τὴν πηγήν, ἀρχὴν δὲ τοῦ ζῴου τὴν καρδίαν, τὸ τῆς ἀρχῆς ὄνομα ἐπὶ ὁμωνύμων ταττόμενον ἐκ διανοίας ἂν εἴην κατὰ ἀναλογίαν πᾶσι τούτοις κοινὸν τοῦτο θέμενος ὄνομα· ὠς γὰρ ἔχει ἐν ἀριθμοῖς ἡ μονάς, οὕτως ἔχει ἐν γραμμαῖς μὲν ἡ στιγμή, ἐν ποταμοῖς δὲ ἡ πηγή, ἐν ζῴοις δὲ ἡ καρδία. ὁ δὲ τοιοῦτος λόγος τῆς δείξεως κατὰ ἀνα-

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.