CAG IV.1
προσῆν, ἀλλὰ καὶ ταῖς διαφοραῖς. καὶ διὰ τοῦτο οὐκ ἂν εἴη ἴδιον ὡς τὸ κυρίως λεγόμενον ἴδιον. Ἐ. Δεῖξον οὖν καὶ ἄλλο δοκοῦν ἴδιον τῆς οὐσίας, οὐκ ὄν δέ. Ἀ. Τὸ τόδε τί φημι σημαίνειν· ὅταν γὰρ εἴπω Σωκράτης, τόδε τι στημαίνω. Ἐ. Ἆρα οὖν ἐπὶ πάσης οὐσίας ἔστι κατηγορῆσαι τὸ τόδε; Ἀ. Οὐδαμῶς· οὐκέτι γὰρ ἐπὶ τῶν δευτέρων οὐσιῶν ἔστιν φάναι τὸ τέδε ἀλλὰ μᾶλλον τὸ τοιόνδε· ὁ γὰρ ἄνθρωπος καὶ τὸ ζῷον οὐκ ἔστιν ἀφωρισμένου τινὸς καὶ ἑνὸς δηλωτικόν· τί γὰρ μᾶλλον τὸν Σωκράτην ἐδήλωσα ἄνθρωπον εἰπὼν ἢ τὸν Πλάτωνα; ὁμοίως δέ, κἂν τὸ ζῷον εἴπω, οὐδὲν μᾶλλον ἀκούεται ὑπὸ τῆς φωνῆς ταύτης ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ κύων ἤ τι τῶν ἄλλων ζῴων. οὐκ ἐφαρμόζει οὖν ἐπὶ τῶν δευτέρων οὐσιῶν τὸ τόδε ἀλλὰ μᾶλλον τὸ τοιόνδε. Ἐ. Τί οὖν ἐστιν ὃ ἔφη· οὐχ ἁπλῶς δὲ τὸ ποιὸν σημαίνει ὁ ἄνθρωπον καὶ τὸ ζῷον ὥσπερ τὸ λευκόν, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει; καὶ γὰρ τὸ ποιόν· οὐ γὰρ τὸ μέλαν καὶ ὅσαι εἰσὶ ποιότητες περὶ οὐσίαν ἀφορίζουσι τὸ ποιόν· οὐ γὰρ ἄνευ οὐσίας δύνανται εἶναι, ἀλλ᾿ ἐν αὐτῇ εἰσιν. Ἀ. Λέγει δὲ ὅτι οὐχ ἁπλῶς ποιότητα παρίστησιν ὁ ἄνθρωπος ἀλλὰ δύο τινὰ τοὐλάχιστον· οὐσιώδη γὰρ ποιότητα καὶ κοινότητα τῶν ὑποβεβλημένων οὐσιῶν δηλοῖ. τὸ δὲ λευκὸν οὔτε οὐσιώδη ποιότητα παρίστησιν οὔτε ἀνθρώπου οὔτε βοὸς οὔτε λίθου οὔτε ἄλλης οὐδεμιᾶς οὐσίας κοινότητα * * * ἔτι τὸ συνωνύμως τὰ ὑπ᾿ αὐτῶν κατηγορεῖσθαι· ἀλλ᾿ οὐ πάσαις ὑπάρχει ταῖς οὐσίαις τοῦτο· αἱ γὰρ ἄτομοι κατ᾿ οὐδενὸς κατηγοροῦνται. ἴδιον δέ ἐστιν τὸ μόνῳ καὶ παντὶ ὑπάρχον, τοῦτο δὲ οὐ παντὶ ὑπάρχει· οὐκ ἄρα ἴδιον τῆς οὐσίας. ἔτι εἴρηκεν ὅτι τόδε τι δοκεῖ σημαίνειν ἡ οὐσία· ἀλλ᾿ οὐδὲ τοῦτο πάσῃ ὑπῆρχεν· τὰ οὖν γένη καὶ τὰ εἴδη οὐ τόδε τι ἀλλὰ τὸ τοιόνδε μᾶλλον σημαίνει. οὐκ ἄρα οὐδὲ τοῦτο ἴδιον αὐτῆς. Ἐ. Τί οὖν πρὸς τούτοις καὶ ἄλλο λέγει; Ἀ. Τὸ μηδὲν εἶναι τῇ οὐσίᾳ ἐναντίον. δηλοῖ δὲ τοῦτο ἡ ἐπαγωγή· οὔτε γὰρ τῷ Σωκράτει ἐστί τι ἐναντίον ἀλλὰ μὴν οὐδὲ τῷ λίθῳ οὐδὲ τῷ βοῒ οὐδέ τινι ἄλλῃ οὐσίᾳ. Ἐ. Ἆρα οὖν μόνῃ τῇ οὐσίᾳ τοῦτο πρόσεστιν, ἵνα ᾖ αὐτῆς τοῦτο ἴδιον; Ἀ. Οὐδαμῶς· οὐδὲ γὰρ τῷ ἀφωρισμένῳ ποσῷ ἔστι τι ἐναντίον· τοῖς γὰρ δύο τί ἂν εἴη ἐναντίον; ἴσως τις τὰ τρία εἴποι· τί οὖν μᾶλλον...