Skip to content

Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · p. 108

Text display

Font size: 19px

Go to a reference
Same place in another edition

Anchor: Porph.InCat.p108

Tap a number or a passage to select it.

CAG IV.1

E. Ἆρα οὖν ποσὰ ταῦτα κυρίως; Ἀ. Οὐ πάνυ τι δόξει. Ἐ. Διὰ τί; Ἀ. Οὐδὲ γὰρ σημαίνει ποσόν, ἀλλὰ μᾶλλον πρός τι ἂν εἴη. Ἐ. Τί οὖν; ἐναντία ἐστὶ ταῦτα; A. Οὐδαμῶς, ἀλλὰ ἀντίκειται μὲν ἀλλήλοις, ἀντίκειαι δὲ οὐχ ὡς τὰ ἐναντία ἀλλ’ ὡς τὰ πρός τι, ὥστε κἂν τῶν πρός τι ᾖ, οὐκ ἔστιν ἐναντία ἀλλὰ ἀντικείμενα. ’E. Πῶς τοῦτο ἔφης; ’A. Ὅτι τῶν ἀντικειμένων τὰ μὲν ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις, τὰ δὲ ὡς στέρησις καὶ ἕξις, τὰ δὲ ὡς τὰ πρός τι, τὰ δὲ ὡς ἐναντία. ὥστε τά πρός τι ἀντικείμενα μέν ἐστιν, ἐναντία δὲ οὔ. E. Ἆρα οὖν τῶν πρὸς τί ἐστι τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον; Ἀ. Οὐ μόνον τῶν προς τι, ἀλλὰ καὶ ἁπλῶς σημαίνει ποσὸν ἀόριστον ἕκαστον τούτων· διχῶς γὰρ λέγεται τὸ μέγα καὶ διχῶς τὸ μικρὸν καὶ ὁμοίως τὸ πολὺ καὶ ἀλίγον, τὸ μὲν ἁπλῶς, τὸ δὲ τῶν πρός τι. ’E. Τὰ ἁπλῶς σημαινόμενα ποσὰ ποταπὰ εἶναι λέγεις; Ἀ. Ἀόριστα. Ἐ. Διὰ τί ἀόριστα: Ἀ. Ὅτι οὐκ ἔστιν λαβεῖν τὸ μέγα πόσῳ μέγα, οὐδὲ τὸ μικρὸν πόσῳ μικρόν. εὐθὼς οὖν φέρεται ἡ διάνοια ἐπί τι μικρόν, ὅταν εἴπῃ μέγα, ἵνα διανοηθῇ, πόσῳ τὸ μέγα ῥηθέν ἐστιν. ’E. Διὰ τί οὖν οὐ πρός τι μόνον αὐτὰ λέγεις, ἀλλὰ καὶ ἁπλῶς ποσόν; Ἀ. Ὅτι ἐκ πρώτης ποσὸν μᾶλλον. καὶ οὕτως λέγεται μέγα καὶ μικρὸν καὶ πλέον καὶ ἔλαττον, τὸ δὲ μέγα καὶ μικρὸν καὶ τὸ πολὺ καὶ ἀλίγον ἐμφαίνει τὸ ἀπλῶς καὶ μὴ κατὰ τὴν πρὸς ἄλληλα σχέσιν οὕτως λέγεσθαι, ἐμφαίνει δὲ καὶ τὸ πρὸς ἄλλο. διὸ δύο σημαίνεσθαι ἐξ αὐτῶν ἔφαμεν καὶ ἀπόλυτον καὶ πρός τι. ’E. Ἆρα οὖν ὁ Ἀριστοτέλης τῶν δύο σημαινομένων εμνήσθη; Ἀ. Οὐδαμῶς. Ἐ. Ἐλλὰ τίνος; Ἀ. Τοῦ κατὰ τὸ πρός τι μόνον ἀπ’ αὐτοῦ λαμβανομένου, ὅ καὶ περιρᾶται διὰ πλειόνων ἐπιδεῖξαι. Ἐ. Τίς οὖν πρῶτος λόγος εἰς τὴν τούτου ἀπόδειξιν λαμβάνεται; Ἀ. Ὁ ἐκ τῆς ἐπαγωγῆς· οὐδὲν γὰρ αὐτὸ καθ’ αὑτὸ μέγα λέγεται ἢ μικρόν, ἀλλὰ πρὸς ἕτερον ἀναφέφεται, ὡς παραστήσει ἡ ἐπαγωγή· οἷον ὄρος μικρὸν λέγεται καίτοι ἁπλῶς οὕτως οὐκ ὂν μικρόν, ἀλλὰ δῆλον τὸ

Source and terms: Porphyry, Commentary on Aristotle's Categories by question and answer (Greek, ed. A. Busse) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · terms

Bookmarks, notes and the reading position are stored only in this browser.