CAG IV.1
Ἐ. Τίνες αἱ διαφοραί; Ἀ. Τὰ μέν ἐστι κατὰ συμπλοκήν, τὰ δὲ ἄνευ συμπλοκῆς. Ἐ. Τίνα ἐστὶ τὰ κατὰ συμπλοκήν; Ἀ. Τὰ ἐκ τινῶν κατηγοριῶν τελείων δυοῖν ἢ καὶ πλειόνων συγκείμενα, οἷον ῾ἄνθρωπος τρέχει᾿, ῾ἄνθρωπος ἐν Λυκείῳ περιπατεῖ᾿. Ἐ. Ἄνευ δὲ συμπλοκῆς τίνα ἐστί; Ἀ. Τὰ μῆ οὕτως ἔχοντα οἷον τὰ ὁμώνυμα πάντα, τὰ συνώνυμα, τὰ παρώνυμα. Ἐ. Τὰ δὲ τοιαῦτα οἷον λιθολογεῖ, βουκολεῖ, ψευδοδοξεῖ, κατὰ συμπλοκήν ἐστιν ἢ χωρὶς συμπλοκῆς; Ἀ. Χωρὶς συμπλοκῆς. Ἐ. Διὰ τί; Ἀ. Οὐδὲν γὰρ αὐτῶν ἐκ τελείων συνέστηκε κατηγοριῶν. Ἐ. Πόσα οὖν γένη τῶν χωρὶς συμπλοκῆς λεγομένων; Ἀ. Δέκα τὰ ῥηθέντα. Ἐ. Τίς οὖν ἕκαστος τούτων ὅρος; Ἀ. Οὐκ ἔστιν αὐτῶν ὅρον ἀποδοῦναι, διότι πᾶς ὅρος ἐκ γένους, τούτων δὲ οὐκ ἔστιν γένος· ἔστιν γὰρ τὰ γενικώτατα. Ἐ. Τί οὖν ἔστιν παραδοῦναι; Ἀ. Παραδείγματα καὶ τὰ ἴδια, ὡς καὶ Ἀριστοτέλης νῦν μὲν διδοὺς παραδείγματα, ὕστερον δὲ καθ᾿ ἑκάστην κατηγορίαν ζητήσας καὶ δείξας τίνα ἑκάστης ἴδια. Ἐ. Πῶς οὖν τὰ παραδείγματα δέδωκεν; Ἀ. Λέγων οὐσία μὲν οἷον πατήρ, ποῦ δὲ ἐν Λυκείῳ, ποσὸν δὲ οἷον τρία, πρός τι δὲ οἷον πατήρ, ποῦ δὲ ἐν Λυκείῳ, ποτὲ δὲ πέρυσιν, ποιεῖν δὲ οἷον τύπτειν, πάσχειν δὲ οἷον τύπτεσθαι, ἔχειν δὲ οἷον ὑποδεδέσθαι, κεῖσθαι δὲ οἷον ἀνακεῖσθαι. Ἐ. Ἐκ τῆς οὖν συνθέσεως τούτων τί ἀποτελεῖται; Ἀ. Πρότασις. Ἐ. Διὰ τί; Ἀ. Ὅτι καθ᾿ ἑαυτὴν οὐδεμία κατηγορία πρότασίς ἐστιν, ἀλλὰ τῇ ποιᾷ συμπλοκῇ πρότασις γίνεται. Ἐ. Πῶς τοῦτο: Ἀ. Πᾶσα γὰρ πρότασις ἤτοι ἀληθής ἐστιν ἢ ψευδής, ἑκάστη δὲ κατηγορία καθ᾿ ἑαυτὴν οὔτε ἀληθὴς οὔτε ψευδὴς ἐλλιπὴς οὖσα. Ἐ. Τί οὖν; οὐκ ἂν εἴποις τὸ ζῶ ἢ περιπατῶ ἢ ὕει χωρὶς συμπλοκῆς ὄντα ἢ ἀληθῆ ἢ ψευδῆ; Ἀ. Ναὶ εἴποιμι· ἀλλὰ καὶ ταῦτα δυνάμει μετὰ συμπλοκῆς ἐστιν, εἰ καὶ μὴ μετὰ φωνῆς· τὸ γὰρ ζῶ ἴσον ἐστι τῷ ἐγὼ ζῶ, καὶ τὸ ὕει ἴσον ἐστὶ τῷ ὁ Ζεὺς ὕει.