Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 104

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p104

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

γὰρ ἐπιφανείας πρώτως μὲν γραμμή, γραμμῆς δὲ σημεῖον, σώματος δὲ ἐπιφάνεια. ὁ δὲ τόπος οὐχ ἥνωται τῷ σώματι, ἀλλ᾿ ἔξωθεν ἐπηκολούθησεν. καὶ ὁ χρόνος ὁμοίως οὐδεμίαν ἔχοι συνάφειαν πρὸς τὸ σῶμα. Ἐ. Τίνα ἄλλην διαίρεσιν πεποίηται τοῦ ποσοῦ; Ἀ. Εἰρήκαμεν ὅτι καὶ τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὸ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. Ἐ. Τί οὖν ἐστιν ὃ λέγει; Ἀ. Φημὶ ὅτι εἰς ἄλλα τμήματα πάλιν τὸ ὅλον ποσὸν διαιρεῖ λέγων ὅτι τοῦ ποσοῦ τὸ μέν τι συνέστηκεν ἐκ μορίων ἐχόντων θέσιν πρὸς ἄλληλα, τὸ δὲ ἐκ μορίων οὐκ ἐχόντων θέσιν πρὸς ἄλληλα. Ἐ. Τί οὖν τὸ μὴ ἔχειν θέσιν καὶ τὸ ἔχειν, λέγε. Ἀ. Τρία δεῖ ἐπὶ τῶν ἐχόντων θέσιν ἐπινοῆσαι· τόπον ὅπου κεῖται τὰ μόρια, αὐτὰ τὰ μόρια μὴ ἀφανιζόμενα, συνέχειαν τῶν μορίων ἀλληλοῦχον. ὅταν δὲ τινὰ τούτων προσῇ, λείπῃ δὲ τινά, δύναται τάξιν μὲν ἔχειν, θέσιν δὲ τὴν τοῦ ποσοῦ μὴ ἔχειν. οἷον τὰ δέκα κεράμια κεῖται μέν που ἐν ἐπιπέδῳ καὶ ἔστι τὸ μὲν δεῖξαι πρῶτον, τὸ δὲ δεύτερον, καὶ ὅτι τοῦτο μὲν ἐνθάδε, τοῦτο δὲ ἐνθάδε, καὶ οὐκ ἀπόλωλε τὰ μόρια ἀλλὰ μένει. οὐ μὴν ἀλληλοῦχα τὰ μόριά ἐστιν, ὥστε τάξιν μὲν ἔχειν, θέσιν δὲ οὔ. πάλιν ἐπὶ τοῦ ῥέοντος ὕδατος ἐκ κλεψύδρας ἀλληλουχούμενα μὲν τὰ μόρια, οὐκέτι μέντοι δεικνύμενα τὰ πρῶτα οὐδὲ μένοντα, ἀλλ᾿ ἅμα τῷ προκύψαι ἐκ τοῦ τρυπήματος ἀπολλύμενα, ταῦτα τάξιν μὲν ἔχει, θέσιν δὲ οὐκ ἔχει. καὶ ἐπὶ τοῦ χρόνου· τάξιν μὲν γὰρ αὐτοῦ ἔχει τὰ μόρια, θέσιν δὲ οὐκ ἔχει, οὐδὲν γὰρ ὑπομένει τοῦ χρόνου μόριον. ἐν μὲν οὖν τοῖς διωρισμένοις ποσοῖς θέσις οὐκ ἔστι, τάξις δὲ εἴη ἄρα, ὥσπερ ἐν ἀριθμοῖς, καθὸ πρῶτον μὲν λέγομεν τὸ εἶναι τὰ δύο ἢ τὰ τρία. ἐν δὲ τοῖς τοῦ λόγου μορίοις οὐδὲ τάξις· τί γὰρ μᾶλλον ἡ βݲαݲ συλλαβὴ τῆς βݲηݲ ἢ τῆς ψݲεݲ προτέρα; κἂν τάξιν ἔχῃ τινά, ἐὰν μὴ σὺ ὄνομα προενέγκας τάξιν ἐπιθήσῃς ταῖς συλλαβαῖς τοῦ ὀνόματος ἐοικότως τοῖς διωρισμένους ἀμφορέας συνθεῖσιν καὶ τοὺς μὲν ἐν πρώτῳ θεῖσιν, τοὺς δὲ ἐν δευτέρῳ, καθάπερ παράταξίν τινα στρατιωτῶν ἐν πολέμῳ. ἐν μὲν τοῖς κατὰ τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸ σῶμα καὶ τόπον θέσις τίς ἐστι καὶ κατὰ τὸ κεῖσθαί που ἕκαστον τῶν μορίων καὶ κατὰ τὸ μένειν καὶ κατὰ τὸ ἀλληλοῦχα εἶναι τὰ μέρη ἀλλήλων, κατὰ δὲ τὸν χρόνον τάξις μέν ἐστιν, θέσις δὲ οὔ, τῷ μὴ μένειν τὰ μόρια τοῦ χρόνου. ἐπὶ δὲ τοῦ ῥέοντος ποταμοῦ καὶ θαλάσσῃ μιγνυμένου ἡ ἐπιφάνεια τοῦ μίγνυσθαι μέλ-

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.