CAG IV.1
[Εἰς τὸ ποιὸν καὶ τὴν Ἀ. Μετὰ τὴν τῶν πρός τι κατηγορίαν τίς ἂν ἑξῆς εἴη; Ἐ. Ἡ τοῦ ποιοῦ, ὅτι μετὰ τὴν οὐσίαν καὶ τὸ ποσὸν ἀμφισβητήσιμον ἦν, μὴ τὴν τοῦ ποιοῦ τάττειν ἔδει, πολλῶν δὲ ζητημάτων γεγονότων ἐν τῇ περὶ ποσοῦ κατηγορίᾳ περὶ τῶν πρός τι, ἀνἀγκη γέγονεν περὶ τούτων εφεξῆς τῷ ποσῷ διδάξαι. μετὰ οὖν τὴν τῶν πρός τι κατηγορίαν ἕπεται περὶ τοῦ ποιοῦ σκέψασαι. καὶ γὰρ δὴ μετὰ τὸ μέγεθος, ὅ ἐστι ποσόν, καὶ μετὰ τὸ μεῖζο, ὅ ἐστι τῶν πρός τι, ἐκφύεται τὰ πάθη οἷον θερμόν, ψυχρόν, ξηρόν, ὑγρόν, ἅ ἐστι ποιά. Ἀ. Τίνι διαφέρει ποιὸν ποιότητος; Ἐ. Ὅτι τὸ μὲν ποιὸν διχῶς λέγεται· καὶ γὰρ αὐτὴ ἡ ποιότης ποιὸν λέγεται καὶ τὸ ἔχον τὴν ποιότητα· λευκόν γὰρ καὶ τὴν λευκότητα ποιότητα λέγουσι πολλάκις οἱ ἀρχαῖοι, καὶ πάλιν τὸ λευκόν ποιόν. ἡ γὰρ ποιότης οὐκ ἔτι διχῶς λέγεται, ἀλλὰ ἁπλῶς· ἡ γὰρ θερμότης καὶ ἡ λευκότης ποιότης λέγεται, οὐκ ἔτι δὲ καὶ λευκὸν ποιότης. οὐδ᾿ ὅλως τὸ μετέχον ποιότητος ῥηθείη ἂν ποιότης, ἀλλὰ ποιὸν μόνον, ἡ ποιότης δὲ ἂν ῥηθείη καὶ ποιον Ἀ. Σαφέστερον εἰπέ, ὃ λέγεις. Ἐ. Ἔστι τὸ μέν τι λευκότης, τὸ δὲ ἔχον τὴν λευκότητα. ἡ μὲν λευκότης καὶ τὸ ἔχον τὴν λευκότητα ῥηθείη ἂν ποιόν, τὸ δὲ ἔχον τὴν λευκότητα ποιὸν μὲν λέγεται, ποιότης δὲ οὐκ ἂν ῥηθείη. Ἀ. Διὰ τί οὖν ἐπέγραψεν Περὶ ποιοῦ καὶ ποιότητος; Ἐ. Τινὲς μὲν οὔ φασιν αὐτοῦ εἶναι τὸ ἐπίγραμμα· μηδὲ γὰρ ἐν ταῖς ἄλλαις κατηγορίαις προσγράψαι, ἀλλ᾿ ἄνευ ἐπιγράμματος τεχνολογῆσαι περὶ ἑκάστης. τινὲς δὲ εἰς ἔνδειξιν τῆς χρήσεως τῶν ὀνομάτων· διὰ γὰρ τὸ τὴν ποιότητα λέγεσθαι καὶ ποιόν, διὰ τοῦτο ἐπιγράψαι σημαίνοντα ὅτι ἀδιάφορόν ἔστι ποιότητα λέγειν τὴν κατηγορίαν ἢ ποιόν· εἰ γὰρ τὸ μάλιστα ποιὸν οὐ τὴν ποιότητα μόνον σημαίνει ἀλλὰ καὶ τὸ ἔχον αὐτήν, ἀναγκαῖον ἦν εἰδέναι, ὅτι κατά τι σημαινόμενον ταῦτα δηλοῦται ἐκ τοῦ τῆς ποιότητος ὀνόματος καὶ τοῦ ποιοῦ. Ἀ. Πῶς ὑπέγραψε τὴν ποιότητα ὁ Ἀριστοτέλης; Ἐ. Ποιότης ἐστὶ καθ᾿ ἥν τινες ποιοὶ λεγόμεθα.