CAG IV.1
’A. Οὐ καθ᾿ αὑτήν φησιν ἀλλὰ τῷ ὑπάρχειν αὐτὴν χρόνῳ. ἐπὶ δὲ τῷ χρόνῳ ὑπάρχει τὸ πολὺ καὶ τὸ ὀλίγον καὶ τὸ μακρὸν ἢ βραχὺ καὶ τὸ μέγα ἢ μικρόν. κατὰ τὸν χρόνον οὖν ἐν ᾧ ὑπάρχει ταῦτα ὄντι ποσῷ, κατὰ συμβεβηκὸς δέ, καὶ τῇ κινήσει προσεῖναι ῥηθήσεται. ἐὰν οὖν ἀποδιδῷ τις τὸ πολὺ καὶ τὸ ὀλίγον τῆς κινήσεως ἢ τῆς πράξεως, τὸ ποσὸν αὐτῆς τῷ χρόνῳ ὁριεῖ ἐνιαυσιαίαν ἢ μηνιαίαν ἢ ἄλλως ἀποδιδούς. ’E. Ἀλλὰ τίνα μὲν τὰ κυρίως ποσά, τίνα δὲ τὰ κατὰ συβμεβηκός, ἀποδέδωκας, τίνα τε θέσιν ἔχοντα τῶν μορίων καὶ τίνα τὰ θέσιν οὐκ ἔχοντα, ἔτι τε τίνα τὰ συνεχῆ καὶ τίνα τὰ διωρισμέναι· τὸ δὲ ἴδιον ἀφορισαι χρη τι αν ειη του ποσου. ’A. Φημὶ τοίνυν ὅτι ὑπάρχει τῷ ποσῷ τὸ μηθὲν ἔχειν ἐναντίον. ’E. Ἀλλ᾿ ἐπεὶ τὸ ἴδιον τὸ παντὶ καὶ μόνῳ προσὸν εἶναι ὀφείλει, ἐπίδειξον εἰ μηδενὶ τῶν κατειλεγμένων κυρίως ποσῶν ἔστι τι ἐναντίον. ’A. Οὔτε γὰρ τῇ γραμμῇ καθόσον γραμμὴ ἔστι τι ἐναντίον. ’E. Πῶς οὖν ἡ μὲν τῆς γραμμῆς ἐστιν εὐθεῖα, ἡ δὲ κυρτή; Ἀ. Ἀλλὰ τὸ εὐθὺ καὶ κυρτὸν τῇ γραμμῇ οὐ καθὸ γραμμὴ πρόσεστιν οὐδὲ καθό ἐστιν ποσόν, ἀλλὰ καθὸ ποιά ἐστιν γραμμή, τοῦτο συμβέβηκεν αὐτῇ. οὐδὲ ἡ γραμμὴ οὖν τῇ γραμμῇ ἐναντία, ἀλλ᾿ ἡ κυρτότης τῇ εὐθύτητι, οὔτε τῇ ἐπιφανεφίᾳ καθόσον ἐπιφάνεια ἔστι τι ἐναντίον. Ἐ. Πῶς οὖν ἡ μὲν μέλαινα λέγεται ἐπιφάνεια, ἡ δὲ λευκή; Ἀ. Ἀλλὰ καθὸ μέλαινα καὶ καθὸ λευκή, ἐναντιώτατον, ὅτι καὶ τὸ μέλαν καὶ τὸ λευκὸν ἐναντίον, οὕτως δὲ καὶ τὸ τραχὺ καὶ τὸ λεῖον, καθὸ μέντοι ἐπιφάνεια, ἐναντίωσις οὐκ ἔσται πρὸς ἐπιφάνειαν. ὁμοίως δὲ καὶ τὸ σῶμα καθὸ σῶμα οὐκ ἔχει τι ἐναντίον. ’E. Τὸ οὖν ἀσώματον οὐκ ἐναντίον τῷ σώματι; ’A. Οὐδαμῶς· τὰ γὰρ ἐναντία ὑπὸ τὸ αὐτὸ ἂν εἴη γένος, τοῦ δὲ σώματος καὶ ἀσωμάτου οὐδέν ἔστι κοινὸν γένος. ἔτι τὰ ἐναντία ἐν καταφάσει λέγεται οἷον γλυκύ, πικρόν, τὸ δὲ ἀσώματον ἐν στερήσει. ἀλλὰ μὴν οὐδὲ τῷ χρόνῳ ἔστιν τι ἐναντίον, καθὸ χρόνος ἐστίν· ἡ γὰρ νὺξ καὶ ἡμέρα εἰ ἐναντίως ἔχουσιν, ἀλλ᾿ οὐχὶ καθὸ ἐν χρόνῳ εἰσὶ τὴν ἐναντιότητα ἔχουσι, καθόσον δὲ ἡ μὲν ἡμέρα ἀήρ ἐστι πεφωτισμένος, ἡ δὲ νὺξ ἀήρ ἐστιν ἐπεσκιασμένος, ὁ δὲ ἀὴρ οὐ ποσόν, καθόσον ἀήρ, ἀλλὰ μὴν οὐδὲ τῷ λόγῳ ἔστι τι ἐναντίον, καθὸ λόγος ἐστίν. Ἐ. Πῶς οὖν ὁ μέν τις ἀληθὴς λέγεται, ὁ δὲ ψευδής; Ἀ. Ἀλλ᾿ οὐ καθὸ σημαντικός ἐστιν εἴληπται τοῦ ποσοῦ εἶναι γένους, ἀλλὰ καθόσον ἐν προφορᾷ θεωρούμενος καταμετρεῖται μακρᾷ ἢ βραχείᾳ συλλαβῇ. κατὰ τοῦτο δὲ οὐκ ἂν ἔχοι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος οὐδέ τινα ἐναντίωσιν. ἀλλ᾿ οὐδὲ ἐν τῷ ἀριθμῷ ἔστι τι ἐναντίον. τοῖς γὰρ δύο καθὸ δύο τί ἂν εἴη ἐναντίον; ἢ τοῖς πέντε ἢ ὅλως τινὶ τῶν ἀριθμῶν;