CAG IV.1
βηκότος. ὥστε ἔμπαλιν ἔχει ἡ ἀναίρεσις πρὸς τὴν ὕπαρξιν· μὲν γὰρ συναναιροῦ καὶ μὴ συναναιρούμενον πρότερον, τὸ δὲ καὶ μὴ συνεισαγόμενον ὕστερον ἐξ ἀνάγκης. Ἐ. Ἆρα οὖν πάντα τὰ πρός τι ἅμα τῇ φύσει; Ἀ. Κατὰ ἀλήθειαν μὲν πάντα, δοκεῖ δέ τισιν μὴ πάντα, ἐξ ὧ ὁ Ἀριστοτέλης κατὰ τὸ ἔνδοξον κατασκευάζει. Ἐ. Εἰπὲ σαφέστερον, τί λέγεις. Ἀ. Ὁ Ἀριστοτέλης τῶν πρός τι τιθεὶς εἶναι τὴν ἐπιστήμην (ἔστιν γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν) καὶ ἐπὶ τῆς αἰσθήσεως οὔσης καὶ αὐτῆς τῶν πρός τι (ἔστιν γὰρ ἡ αἴσθησις καὶ τὸ αἰσθητόν αἰσθήσει αἰσθητόν)· κειμένων κειμένων οὖν τῶν πρός τι εἶναιτὴν ἐπιστήμην καὶ τὴν αίσθησίν φησιν μήτε τὴν ἐπιστήμην ἅμα τῷ ἐπιστητῷ εἶναι μήτε τὴν αἴσθησιν ἅμα τῷ αἰσθητῷ πάντως. εἰ γὰρ ἅμα ἦν τὰ συνεισάγοντα ἄλληλα καὶ συναναιροῦντα, οὔτε δὲ τὸ αἰσθητὸν συνεισάγει τὴν αἴσθησιν οὔτε τὸ ἐπιστητὸν τὴν ἐπιστήμην οὔτε † ἀναιρουμένη ἡ ἐπιστήμη ἢ ἡ αἴσθησις ἀνῄρηται τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητόν, οὐκ ἂν εἴη ἄρα ἅμα οὔτε τὸ αἰσθητὸν τῇ αἰσθήσει οὔτε τὸ ἐπιστητὸν τῇ ἐπιστήμῃ. Ἐ. Ἀλλ᾿ εἰ μὴ ἅν εἴη ἐπ᾿ αὐτοῖς; Ἀ. Ὅτι τὰ μὲν πρότερα, τὰ δὲ Ἐ. Δεῖξον οὖν, πῶς οὐχ ἅμα. Ἀ. Ἴσως γὰρ δῆλον ἔσται, τινὰ μὲν πρότερα, τινὰ δὲ ὕστερα αὐτῶν, δι᾿ ὃ ἀνάγκη μὴ εἶναι αὐτὰ ἅμα. τὸ αἰσθητὸν καὶ τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν, ἐὰν ἀναιρεθῇ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, ὅμως μένει, τοῦ δὲ αἰσθητοῦ καὶ ἐπιστητοῦ ἀναιρεθέντος οὔτε ἡ αἴσθησις οὔτε ἡ ἐπιστήμη μένει. ὥστε οὐχ ἅμα διὰ τοῦτο τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις καὶ ἡ ἐπιστήμη καὶ τὸ ἐπιστητόν, ἀλλὰ πρότερον μὲν τὸ αἰσθητὸν αἰσθήσεως καὶ τὸ ἐπιστητὸν ἐπιστήμης. Ἑ. Πῶς οὖν ἐπιστήμης μὴ οὔσης εἴη ἂν τὸ ἐπιστητόν, καὶ αἰσθήσεως μὴ οὔσης εἴη ἂν τὸ αἰσθητόν, καὶ ἔμπαλιν ὄντος ἐπιστητοῦ καὶ αἰσθητοῦ οὐ πάντως ἂν εἴη ἐπιστήμη καὶ αἴσθησις, δεῖξον. Ἀ. Λέγω ὅτι ὅτε κομιδῇ βρέφη ἐτυγχάνομεν ὄντες, οὐδεμίαν ἐπιστήμην εἴχομεν οὐδενός· τὰ δὲ ἐπιστητὰ ἀδύνατον μὴ εἶναι ἀεί· οὐδὲ γὰρ ἂν ἐλάβομεν μαθόντες καὶ παιδευθέντες ἐπιστήμην, εἰ μὴ ἦν αὐτά. ἀλλὰ μὴν καὶ εἴ τις φθείρειεν τὰ ζῷα, ὥσπερ φασὶν οἱ ἀπὸ τῆς ἐκπυρώσει γίνεσθαι, αἴσθησις μὲν οὐκ ἔστιν ζῴου μὴ ὄντος, αἰσθητὸν μέντοι ἔσται· τὸ γὰρ πῦρ ἔσται. ὡμολόγηται δὲ καὶ τὰ μαθήματα ὅτι ὀψὲ εἰς