CAG IV.1
Ἀ. Φημὶ τοίνυν ὅτι ἐν τοῖς πρός τί ἐστιν ἐναντιότης. Ε. Ἐπίδειξον. ’A. Οἷον ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντίον ἐστίν, ἡ δὲ ἀρετὴ καὶ ἡ κακία ἕξις, πᾶσα δὲ ἕξις εἴρηται ὅτι τῶν πρός τι καθὸ τινος ἕξις. ἀλλὰ μὴν ἡ ἀρετὴ καὶ ἡ κακία ἕξεις εἰσίν· τῶν πρός τι δὴ ἂν εἴη ἡ ἀρετὴ καὶ ἡ κακία· ἥ τε γὰρ ἀρετή τινός ἐστιν ἕξις ἥ τε κακία. ’E. Ἀλλὰ πῶς πρεολθὼν ποιότητα λέγει τὴν ἀρετὴν καὶ τὴν κακίαν; Ἀ. * * * ὅτε προελθὼν τὰς ἕξεις ἐρεῖ ποιότητας τὸ αὐτὸ γὰρ πρᾶγμα κατ᾿ ἄλλο καὶ ἄλλο οὐδὲν κωλύεται εἰς πλείους κατηγορίας ἀνάγεσθαι. ὥσπερ.... ἡ ποιότης καθὸ μὲν ποιοὺς παρέχει τοὺς μετέχοντάς τι αὑτῆς, τῆς τοῦ ποιοῦ ἂν εἴη κατηγορίας, καθὸ δέ τινός ἐστι ποιότης (ποιοῦ γὰρ ἡ ποιότης) τῶν πρός τι ἂν εἴη. ἄνευ δὲ ἑτέρας κατηγορίας οὐκ ἔστιν ἐπινοῆσαί τι τῶν πρός τι καθ᾿ ἑαυτό, <διότι> ἐὰν μὲν ἐπὶ κατηγορίας ὀφθῇ ἐναντίωσιν * * *, ἐὰν δὲ ἐπὶ κατηγορίας μὴ ἐπιδεχομένης, οὐδὲ αὐτὸ δέχεται, οἶον ἐπὶ τῆς ποιότητος, ἐπιδέχεται γὰρ ἐναντίωσιν, ποιότης γὰρ οὖσα ἡ ἀρετὴ ἐναντία ἐστὶ τῇ κακίᾳ· καὶ τῶν πρός τι ἄρα τὸ κατ’ ἀρετήν καὶ κακίαν ἐναντίωσιν ἔχει. ἡ δέ γε οὐσία καθὸ οὐσία οὐκ ἐπιδέχεται ἐναντίωσιν· Σωκράτης δὲ καὶ ὅλως οὐσία ὑπόκειται τῷ πατρὶ ἢ υἱῷ καὶ τῷ δεσπότη καὶ τῷ δούλῳ· ὥστε οὐδὲ τὰ τοιαῦτα τῶν πρός τι οὐκ ἐπιδέχεται δέχεται ἐναντίωσιν. οὐδὲ τὸ διπλάσιον οὖν, ᾧ ὑπόκειται ποσόν, ἐναντίωσιν οὐκ ἐπιδέχεται· τί γὰρ δύο πρὸς ἓν ἢ τέσσαρα πρὸς δύο ἐναντίον; οὐδὲ τὸ ἥμισυ. ὅθεν οὐκ ἂν ἴδιον εἴη τῶν πρός τι τὸ ἐπιδέχεσθαι ἐναντίωσιν. ’E. Διὰ τί; ’A. Ὅτι οὔτε πᾶσιν ὑπάρχει οὔτε μόνοις. ’E. Τί οὖν; τὸ μᾶλλον καὶ τὸ ἧττον ἆρά γε τὰ τῶν πρός τι ἐπιδέχεται; A. Ἐπιδέχεται μέν, ἀλλ᾿ οὐ πάντα. ’E. Πῶς οὖν ἐπιδέχεται; ’A. Ὅμοιον γὰρ μᾶλλον λέγομεν τόδε τῷδε, τὸ δὲ ὅμοιον καὶ τὸ ἴσον ἐλέγετο τῶν πρός τι εἶναι. Ἐ. Καὶ πῶς, εἰ τὸ ποσὸν μὲν οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δὲ ἴσον καὶ τὸ ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ἴδιον ἂν εἴη τοῦ ποσοῦ τὸ ἴσον καὶ τὸ ἄνισον;