Перейти к содержанию

Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · p. 118

Вид текста

Размер шрифта: 19px

Перейти к месту
То же место в другом издании

Опорное место: Porph.InCat.p118

Нажмите на номер или текст фрагмента, чтобы выбрать его.

CAG IV.1

Ἀ. Αὐτὸς μὲν προϊὼν ἰδίᾳ περὶ τῶν ἅμα ποιήσεται διδασκαλίαν καὶ ποσαχῶς λέγεται παραστήσει. ἓν δὲ τῶν ἅμα ἐστὶ καὶ τὰ τῇ φύσει εἶναι λεγόμενα, ἃ δὴ καὶ τοῖς πρός τί φησι προσεῖναι. Ἐ. Τίνα οὖν ἐστὶ ταῦτα ἃ φῂς εἶναι ἅμα; Ἀ. Τὰ συνεισάγοντά τε ἄλληλα καὶ συναναιροῦντα· ὅταν γάρ τινα ἅμα συνεισάγῃ ἄλληλα ἢ συναναιρῇ, ἅμα ἂν εἴη ταῦτα. Ἐ. Λέγε σαφέστερον ὃ λέγεις..Οἶον ὁ πατὴρ σὺν τῷ υἱῷ ἐστι πατήρ· σὺν τούτῳ γὰρ ἔχει τὸ εἶναι πατήρ, καὶ τότε γίνεταί τις πατήρ, ὅτε καὶ υἱός τις αὐτῷ γίνεται. συνεισάγει οὖν ὁ μὲν πατὴρ ἑαυτῷ υἱόν, ὁ δὲ υἱὸς ἑαυτῷ πατέρα. καὶ πάλπάλιν υἱοῦ μὴ ὄντος οὐκ ἔστι πατήρ, οὐδὲ πατρὸς μὴ ὄντος υἱὸς οὐκ ἂν εἴη ὐκοῦν ἐπειδὴ ὁ πατὴρ καὶ ὁ υἱὸς συνεισάγουσιν ἀλλήλους καὶ ἀναιρεθέντος ρεθέντος θατέρου καὶ θατέρον ἀναιρεῖται, ἅμα ἂν εἴη τὰ τοιαῦτα φύσει. δοκεῖ δὲ τὰ πρός τι τοιαῦτα εἶναι πάντα εἰσάγειν τε ἄλληλα ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεται καὶ ἀναιρεῖν ὁμοίως ἄλληα. τοιαῦτα μὲν δὴ τὰ ἅμα τῇ φύσει. Ἐ. Ἀλλ᾿ ἐπειδὴ ἀναγκαῖον ἡμᾶς μαθεῖν, τίνα μὲν πρότερα καὶ τίνα ὕστερα, ἀφ' ὦν ἔξω τὰ ἅμα ἂν εἴη, λέγε τίνα μὲν τὰ πρότερα, τίνα δὲ τὰ ὕστερα. Ἀ. Ἀλλ᾿ ἐρεῖ μὲν καὶ περὶ τούτων ὁ Ἀριστοτέλης μετὰ τοῦτα. λεγέσθω δὲ καὶ νῦν, ἐπειδὴ καὶ τούτοις χρῆσθαι μέλλει ἐν τῇ θεωρίᾳ τῶν πρός Τι· Ἐ Εἰπὲ τοίνον, τίνα αὐτῶν πρότερα καὶ τίνα ὕστερα. Ἀ. Εἰσὶν μὲν καὶ τῶν προτέρων καὶ τῶν ὑστέρων πολλαὶ διαφοραί· πολλαχῶς γὰρ καὶ ταῦτα λέγεται. ὁ δὲ νῦν ζητούμενος τρόπος ἐκεῖνος ἂν εἴη· λέγομεν γὰρ πρότερον ὃ συναναιρεῖ μέν, οὐ συναναρεῖται δέ, οἷον ἡ μονὰς τῆς δυάδος ἐστὶ προτέρα· μονὰς μὲν γὰρ αναιρεθεῖσα ἀναιρεῖ τὴν δυάδα, δυὰς δὲ ἀναιρεθεῖσα οὐκ ἀναιρεῖ τὴν μονάδα. ἐπεὶ οὖν ἡ μονὰς συναναιρεῖ μέν, οὐ συναναιρεῖται δέ, προτέρα ἂν εἴη ἡ μονὰς τῆς δυάδος. κατὰ μὲν οὖν τὴν ἀναίρεσιν πρότερον τὸ ἀναιροῦν τοῦ μὴ συναναιροῦντος. κατὰ δὲ τὸ εἶναι οὖ ὄντος ἐξ ἀνάγκης τι εἶναι ἔμπαλιν οὗ ὄντος οὐκ ἀνάγκη τι εἶναι ὕστερον τὸ οὗ ὄντος ἐξ ἀνάγκης εἶναί τι· δυάδος γὰρ οὔσης ἀνάγκη μονάδα εἶναι, μονάδος δὲ οὔσης οὐκ ἀνάγκη δυάδα εἶναι· ὑστέρα ἄρα ἡ δυὰς τῆς μονάδος. εἰ τοίνυν δυοῖν ὄντοιν θατέρου μὲν ὄντος οὐκ ἀνάγκη θάτερον εἶναι, θατέρου δὲ ὄντος ἀνάγκη θάτερον εἶναι, οἷον ἐπὶ οὐσίας καὶ συμβεβηκότος· συμβεβηκότος γὰρ ὄντος ἀνάγκη οὐσίαν εἶναι, οὐσίας δὲ οὔσης οὐκ ἀνάγκη συμβεβηκὸς εἶναι· προτέρα ἄρα ἡ οὐσία τοῦ συμβε-

Источник и условия: Порфирий. Комментарий к «Категориям» Аристотеля в вопросах и ответах (греч., изд. А. Буссе) · CC BY-SA 4.0 · Porphyry, ed. Adolf Busse, Porphyrii Isagoge et in Aristotelis Categorias commentarium, Commentaria in Aristotelem Graeca IV.1 (Berlin: Reimer, 1887). TEI encoding: First1KGreek, Open Greek and Latin / University of Leipzig and Tufts (OpenGreekAndLatin/First1KGreek), commit 03776b3, file data/tlg2034/tlg007/tlg2034.tlg007.opp-grc1.xml; licensed CC BY-SA 4.0. · условия

Закладки, заметки и место чтения хранятся только в этом браузере.