CAG IV.1
ἁπλῶς καὶ ἄνευ συμπλοκῆς αὐτῶν λεγομένους ὑπογραφικοὺς λόγους, ὅπερ ἐξἀρχῆς ἡμεῖς ὑπεδείξαμεν εἰπόντες ὅτι τοῦ ἀτόμου καὶ μὴ καθόλου ἀλλ᾿ ἓν ἀριθμῷ ὄντος σημαντικόν ἐστι τὸ μὴ καθ᾿ ὑποκειμένου τινὸς λέγεσθαι, ὥσπερ τοῦ καθόλου τὸ καθ᾿ ὑποκειμένου τινὸς λέγεσθαι, ὥσπερ καὶ τοῦ μὲν συμβεβηκότος παραστατικὸς λόγος τὸ ἐν ὑποκειμένῳ εἶναι, τῆς δὲ οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι. ἐπεὶ τοίνυν συμπλέκεται ἡ οὐσία τῷ συμβεβηκότι, φησί, καθὸ μὲν ἐπὶ μέρους ἐστίν, ἄν τε οὐσία ᾖ ἄν τε συμβεβηκός, καθ᾿ ὑποκειμένου οὐδενὸς λέγεται. εἰ μέντοι συμβεβηκὸς εἴη τὸ ἐπὶ μέρους, ἐνδέχεται ἐν ὑποκειμένῳ εἶναι, ὡς εἴ γε οὐσία εἴη τὸ ἐπὶ μέρους, οὔτε ἐν ὑποκειμένῳ ἂν εἴη οὔτε καθ᾿ ὑποκειμένου τινὸς λέγοιτο, εἰ δὲ ἐπὶ μέρους συμβεβηκός, καθ᾿ ὑποκειμένου μὲν οὐκ ἂν κληθείη τινός, ἐν ὑποκειμένῳ δὲ ἂν εἴη. Ἐ. Ἀλλὰ τοῦτο δὴ τὸ ἐν ὑποκειμένῳ τοῖόν τι εἴληπται, καὶ πῶς ἐξηγήσατο ὁ Ἀριστοτέλης; Ἀ. Οὕτως· ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἔστ|ιν. Ἐ. Τί οὖν βούλεται λέγειν διὰ τούτου; Ἀ. Φημὶ ὅτι ἐν ὑποκειμένῳ ἔφη ἐκεῖνο εἶναι τὸ ἔν τινι ὄν· ἀλλ᾿ ἐπεὶ τὸ ἔν τινι ὂν πλεοναχῶς δηλοῦται καὶ ἔστιν ὁμώνυμον, δεῖ προστεθῆναί τινα, ἵνα ὃ ἰδίως βούλεται ἔν τινι σημαντικὸν εἶναι τοῦ συμβεβηκότος καὶ τοῦ ἐν ὑποκειμένῳ ἀφορισθῇ. ἔστι τοίνυν τὸ ἔν τινι τῶν πλεοναχῶς λεγομένων· καὶ γὰρ τὸ ἐν τόπῳ ἔν τινι λέγεται ὡς ἐν τῇ οἰκίᾳ ὁ Σωκράτης ἢ ἐν Λυκείῳ ἢ ἐν βαλανείῳ ἢ ἐν θεάτρῳ. ἔστιν ἔν τινι καὶ τὸ ὡς ἐν ἀγγείῳ οἷον ὡς ἐν τῷ ἐκπόματι τὸ ὕδωρ καὶ ἐν τῷ ἀμφορεῖ ὁ οἶνος. ἔστιν ἔν τινι καὶ τὸ ὡς μέρος ἐν τῷ ὅλῳ ὥσπερ ἡ χεὶρ ἐν τῷ ὅλῳ τοῦ ἀνθρώπου σώματι. ἔστιν ἔν τινι καῖ τὸ ὥσπερ τὸ ὅλον ἐν πᾶσι τοῖς αὐτοῦ μέρεσιν. ἔστιν ἔν τινι καὶ τὸ ὡς ἐν τῷ γένει τὸ εἶδος καθάπερ ἐν τῷ ζῴῳ ὁ ἄνθρωπος· περιέχεται γὰρ τὸ εἶδος ὑπὸ τὸ γένος. ἔστιν ἔν τινι ὡς γένος ἐν τῷ εἴδει· μετέχει γὰρ τὰ εἴδη τοῦ γένους· τὸ γὰρ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου ὡς μετεχόμενον ὑπὸ τοῦ ἀνθρώπου. ἔστιν ἔν τινι ὡς τὸ ἐν τέλει εἶναι· ἐν γὰρ τῷ εὐδαιμονεῖν, ὅπερ ἐστὶ τέλος τοῦ ἀνθρώπου, τὰ πάντα ἐστὶ τοῖς ἀνθρώποις. ἔστι δὲ ἄλλο ἔν τινι τὸ ἐν τῷ κρατοῦντι, ὡς λέγομεν ἐν τῷ βασιλεῖ εἶναι τὰ πράγματα. ἄλλο δὲ πάλιν ἔν τινι τὸ ὡς ἐν τῇ ὕλῃ τὸ εἶδος καθάπερ ἐν τῷ χαλκῷ ἡ μορφὴ τοῦ ἀνδριάντος κἀν τῷ σιδήρῳ τὸ σχῆμα τῆς μαχαίρας κἀν τῇ ψυχῇ ἡ ἐπιστήμη κἀν τῷ σώματι τὸ χρῶμα. Ἐ. Πόσα οὖν σημαινόμενα τοῦ ἔν τινι κατηρίθμησας; Ἀ. Ἐννέα;