CAG IV.1
᾿A. Ὅτι ἡ συνήθεια ἀνώμαλος. ᾿E. Πῶς καὶ τίνα τρόπον; ᾿A. ᾿Εφ᾿ ὦν μὲν γὰρ καὶ ἡ ποιότης καὶ τὸ ποιὸν ἀμφότερα ὠνόμασται, οἶον γραμματικὴ μὲν ἡ ποιότης, γραμματικὸς δὲ ποιός, ἀμφότερα ώνόμασται ταῦτα. <ἐπὶ ἐνίων δὲ ὅτι> μόνον ὠνόμασται <θάτερον>, τὸ ποιόν, ἀλλ᾿ οὐχὶ καὶ ἡ καὶ ἡ ποιότης, ἤ ἡ ποιότης μέν, οὐχὶ δὲ καὶ τὸ ποιόν, ἐπὶ τοῦ δευτέρου εἴδους ἐλέγετο τῆς ποιότητος· αὐταῖς μὲν γὰρ ταῖς φυσικαῖς ἐπιτηδειότησιν <οὐκ> εἰσὶν ὀνόματα, πυκτικὸς δὲ λέγεται καὶ δρομικὸς καὶ ὑγιεινὸς οὐκ ἀφ᾿ ἦς ἤδη ἔχει ποιότητος ἀλλ᾿ ἀφ᾿ ἧς ἕξει· ἀπὸ μὲν γὰρ τῆς πυκτικῆς ἐπιστήμης λέγονται οἱ πύκταιι καὶ ἀπὸ τῆς παλαιστκῆς οἱ παλαισταί, ἀπὸ δὲ τῶν δυνάμεων οὐ παρονομάζονται οἱ πυκτικοὶ καὶ οἱ παλαιστικοὶ ἀλλὰ τῷ ἔψειν ἐπιτηδειότητα τοῦ δέχεσθαι τὰς ἐπιστήμας, ὥστε τὴν προσηγορίαν ἔχειν αὐτοὺ κατὰ τῆς ἐλπίδος· ἐπιδὴ γὰρ ἐλπίζοντες ἔσεσθαι τὴν ἐπιστήμην ἔχειν αὐτοὺς κατὰ τῆς ἐλπίδος· ἐπειδὴ γὰρ ἐλπίζοντες ἔσεσθαι τὴν ἐπιστήμην λαβόντες οἱ μὲν πύκται, οἱ δὲ παλαισταί <εἰσιν> τοὺς μἐν πυκτικούς, τοὺς δὲ παλαιστικοὺς προσαγορεύομεν. τούτους μὲν οὖν ποιοὺς ὄντας οὕτω καλοῦμεν τῆς ποιότητος οὔσης ἀνωνύμου ἐπ᾿ αὐτῶν. ἐφ᾿ ὧν δὲ ἡ δὲ ἡ μὲν ποιότης ὠνόμασται, ἀπ᾿ αυτῶν δὲ οἱ παρώνυμοι οὐκ ἔτι λέγονται· τῆς γὰρ ἀρίστης ἕξεως ἀρετῆς καλουμένης ὁ ἀπ᾿ αὐτῆς οὐκ ἔτι λέγονται· οὔτε γὰρ ἀρεταῖος ἐν τῇ συνηθείᾳ εἴρηται ρηται οὔτε ἐναρετος ῥνάρετος ῥηθείη ἄν (οὐδὲ γὰρ ἐγγράμματος ὁ ποιὸς ἀπὸ τῆς γραμματικῆς εἴρηται)· ἀλλ᾿ ἀπὸ της ἀρετῆς ὁ σπουδαῖος λέγεται ἤ ἀγαθός. ἔτι δὲ ὁπωσοῦν καὶ τὰ τοιαῦτα λέγεται, ὡς ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος, <οὐδὲν> γὰρ λέγεται ἀπὸ τὴς δίκης δίκαιον, καὶ ἀπὸ τὴς σωφροσύνης σωφρόσυνον, ὡς ἀπὸ τὴς εὐφροσύνης εὐφρόσυνος. εὕροι δ᾿ ἄν τις καὶ ἐπὶ ἄλλων πλειόνων τῆς συνηθείας τὴν ἀνωμαλίαν. ᾿Ε. Ἐπεὶ δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις τὰ κοινὰ καὶ πρὸς ἄλλας καὶ τὰ ἴδια ἑκάστης ἐζήτησεν, ἆρά γε καὶ ἐνταῦθα πεποίηκεν τὸ ὅμοιον; ᾿Α. Πεποίηκεν. ᾿E. Πῶς; ᾿A. φησὶ γὰρ οτι ὑπάρχει καὶ ἐναντιότης κατὰ τὸ ποιόν. ᾿E. Διὰ τί οὖν ἔφη καὶ ἐναντιότης, ἀλλ᾿ οὐχὶ ἁπλῶς ἄνευ τοῦ καὶ συνδέσμου ὅτι ὑπάρχει ἐναντιότης;